Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΣΜΥΡΝΗΣ,
οὗτινός εἰσι καὶ τὰ ἐν τῇ Ὀκτωήχῳ Τριαδικά· φέρον ἀκροστιχίδα τήνδε·
«Μητροφάνης μέλπω σε, Δέσποινα Θεοτόκε».
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Μορφωθεὶς ἐκ σοῦ τὸ καθ’ ἡμᾶς ἥλιος ἀνέσπερος, σὲ λογικὸν οὐρανὸν φαεινότατον προφανῶς ἀνέδειξε· διὸ ῥῦσαί με τῶν παθῶν τῆς ζοφώσεως, ὅπως ἀνυμνήσω πόθῳ σε τὴν μόνην Μητροπάρθενον.
Ἡ πηγὴ ἐλέους τὸν Χριστόν, Πάναγνε, κυήσασα καὶ τὴν Ἐδὲμ τοῖς βροτοῖς διανοίξασα, πύλας μοι διάνοιξον τοῦ ἐλέους σου, Θεοτόκε, καὶ δώρησαι τῶν πλημμελημάτων, Δέσποινα τοῦ κόσμου, τὴν συγχώρησιν.
Τὴν λαβίδα τὴν τὸν νοητὸν ἄνθρακα βαστάσασαν καὶ τῶν βροτῶν τὴν φύσιν ἐκκαθάρασαν δυσωπῶ σε, Δέσποινα, τὸν μολυσμὸν τῶν πταισμάτων μου ἄφελε, καὶ τῶν συνθολούντων ῥῦσαί με παθῶν ταῖς σαῖς δεήσεσιν.
Ῥῆξόν μου πταισμάτων τὰς σειράς, πάντων καταφύγιον, τὸν σὸν Υἱὸν καὶ Θεὸν ἱκετεύουσα καὶ τὴν τυραννοῦσάν με, ἀειπάρθενε, ἁμαρτίαν κατάβαλε, ὅπως σε γεραίρω πάντοτε, Πανύμνητε, σῳζόμενος.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ὁμίχλην τῶν παθῶν μου καὶ σκοτομήνην ἀπέλασον ταῖς αἴγλαις τῶν πρεσβειῶν σου καὶ φώτισόν με, Πάναγνε, ἡ τεκοῦσα τὸν ἀνατείλαντα πρὸ ἑωσφόρου Χριστόν, ἐξ ἡλίου Ἥλιον ἄδυτον, Δέσποινα.
Φλογίζουσα ῥομφαία τὰς ἁμαρτίας καὶ πάθη τῆς ψυχῆς μου γενοῦ, Παρθένε· καὶ δεῖξόν με Παράδεισον ὥσπερ ἄλλον ἀνεπιβούλευτον καὶ φυλαττόμενον ὑπὸ σοῦ καὶ φέροντα ἄνθη τοῦ Πνεύματος.
Ἀνέστησας, Πανάχραντε, τῷ σῷ τόκῳ σκηνὴν τὴν πεπτωκυῖαν καὶ συντριβεῖσαν Δαυΐδ, τοῦ σοῦ προπάτορος, Θεοτόκε· διὸ ἀνάστησον κᾀμὲ τὸν δοῦλόν σου, συντριβέντα πάθεσι καὶ παραπτώμασιν.
Νοσοῦσαν τὴν ψυχήν μου, Θεοκυῆτορ, δαιμόνων ἐπηρείαις καὶ ῥαθυμίᾳ θεράπευσον καὶ δάκρυα μετανοίας δὸς τῇ καρδίᾳ μου καὶ τοῦ Δεσπότου μου ἐν αὐτῇ ἐμφύτευσον φόβον, Πάναγνε.
ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοῇ.
Ἡ ζύμη τῆς βροτείας φύσεως ἡ ἀμόλυντος καὶ ἁγία, ἐξ ἧς λαβὼν φύραμα ἀνέπλασεν αὐτὴν ὁ Κτίστης, κἀμοῦ τῶν παθῶν τὸν ῥύπον ἔκπλυνον καὶ μολυσμοῦ πταισμάτων με καθάρισον.
Χειράς μου τῶν παθῶν διάλυσον καὶ τοὺς βρόχους τῶν ἐγκλημάτων διάῤῥηξον, Δέσποινα, τῶν πρεσβειῶν σου τῇ μαχαίρᾳ, Χριστὸν ἡ τεκοῦσα τὸν τὴν λύτρωσιν τοῖς ἐν δεσμοῖς τοῦ ᾍδου παρεχόμενον.
Μοτώσει πρεσβειῶν σου, Δέσποινα, καὶ μαλάγματι καὶ ἐλαίῳ ψυχῆς ἐμῆς μώλωπας καὶ τὰς πληγὰς τῆς ἁμαρτίας, ἁγνή, νῦν θεράπευσον ὡς τέξασα θεαρχικὸν βοήθημα τῆς φύσεως.
Ἐκ πάντων τῶν καλῶν γεγύμνωμαι καὶ ὑπέρκειμαι τῇ κακίᾳ ὑπερβαλὼν ἅπαντας τοὺς πάλαι τε καὶ νῦν πεσόντας· διὸ τοῖς προτέροις με καλλώπισον καὶ τῶν δευτέρων λύτρωσαι, Θεόνυμφε.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ἐκ τῆς ἀρᾶς τῆς ἀρχαίας τὸν κόσμον ὡς ἐλυτρώσω, Δέσποινα, τοῦ κόσμου τὴν εὐλογίαν, Χριστόν, τεκοῦσα λογισμῶν τῶν ἀτόπων λύτρωσαί με καὶ πάσης θλίψεως· μόνη γὰρ ὑπάρχεις πιστῶν ἀγαλλίασις.
Λαῖλαψ δεινὴ συστροφῆς τῶν πνευμάτων τῆς πονηρίας τὴν ἐμὴν διάνοιαν ἐκταράττει· πρόφθασον θᾶττον καὶ γαλήνισον ταύτην ἡ τεκοῦσα τὸν πάσης Κτίσεως μόνον κυβερνήτην, Χριστὸν παντοδύναμον.
Λάμψον μοι φῶς μετανοίας ἐν σκότει τῆς ἀπωλείας τῷ κατῳκισμένῳ, Θεογεννῆτορ· δίδου μοι χεῖρα βοηθείας κειμένῳ καὶ ταῖς σαῖς πρεσβείαις με ἔγειρον πράττειν τοῦ Θεοῦ τὰ σεπτὰ δικαιώματα.
Πολιορκεῖ τῆς ψυχῆς μου τὴν πόλιν δαιμόνων στῖφος, καὶ καταπορθῆσαι σφοδρῶς πειρᾶται· δεδοξασμένη τοῦ Παντάνακτος πόλις, τείχισόν με ταῖς πυργοβάρεσι, Δέσποινα, τῶν σῶν πρεσβειῶν καὶ διάσωσον.
ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὡς ζωὴν τὴν αἰώνιον τέξασα τὸν ἀπὸ τοῦ σώματος ἐξεγειρόμενον ἐν τῇ ψυχῇ μου θάνατον σαῖς πρεσβείαις, Πανάχραντε, νέκρωσον.
Σκολιὰς τροχιὰς πορευόμενον πρὸς τὴν εὐθυτάτην με τρίβον ὁδήγησον, ἡ τὴν ὁδὸν κυήσασα τῆς ζωῆς, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν.
Ἐνεδρεύει πειράζων με, Δέσποινα, δράκων ὁ μισάνθρωπος, ἀλλ’ ὡς γεννήσασα τὸν κεφαλὰς συντρίψαντα τῶν δρακόντων καὶ τοῦτον κατάργησον.
Διαπλέων τοῦ βίου τὸ πέλαγος περιπίπτω κύμασιν ἀπείρων θλίψεων· ἡ κυβερνήτην τέξασα τοῦ παντός, Παναγία, βοήθει μοι.
Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Εἰς σὲ τὴν ἁγνὴν πιστῶς ἐπιβοώμενοι κινδύνων πολλῶν καὶ πταισμάτων λυτρωθείημεν· καὶ γὰρ ἄλλην, ἄχραντε, ταχινὴν οὐκ ἔχομεν παράκλησιν συμπαθῆ, φιλάγαθον, εὔσπλαγχνον βραβεύουσαν πᾶσι σωτηρίαν ψυχῶν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Σὲ πύλην εἰδὼς νοητῆς ἀνατολῆς τῆς οὐρανόθεν ἐπιφανείσης εἰσελεύσεσθαι εἰς οὐρανοὺς ὁ οἰκέτης σου διὰ σοῦ λιτάζω Παρθένε· διὸ δέξαι με, Δέσποινα, καὶ φωταγώγησον ἐν σοὶ καὶ καθοδήγησον.
Πηγὴ φωτισμοῦ Παραδείσου λογικοῦ ἐξωρμημένη τῆς γῆς ποτίζει πᾶν τὸ πρόσωπον τρυφῆς χειμάῤῥους ὁ ἄυλος, Πνεύματος ἁγίου ἡ χάρις, ἐκ σοῦ, Πάναγνε Δέσποινα· ἧς καταξίωσον κἀμὲ μεταλαβεῖν δαψιλῶς.
Ὁ πόκος ποτὲ προεδήλου Γεδεὼν τὴν σὴν γαστέρα εἰσδεξαμένην τὴν οὐράνιον δρόσον τὴν πάντας δροσίζουσαν τοὺς κεκρατημένους τῷ δίψει τῆς ἁμαρτίας, Πανύμνητε εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Ἰκρίῳ Χριστὸς ὁ Υἱός σου προσπαγεὶς ἐθελουσίως, ἀρχὰς τοῦ σκότους ἐθριάμβευσε καὶ τοῦ θανάτου κατέλυσε τὴν φθοροποιὸν δυναστείαν· διό, Δέσποινα Πάναγνε, τὸ ἐμπαθές μου τῆς σαρκὸς φρόνημα νέκρωσον.
ᾨδὴ η΄. Ἰνδάλματος χρυσοῦ.
Ναμάτων ζωτικῶν τὴν τακεῖσάν μου καρδίαν τῆς ἁμαρτίας φλογμῷ, Παρθένε, σὺ κατάρδευσον, Θεοτόκε, ἐν κατανύξει πάντοτε διατηροῦσά με πίστει μελῳδοῦντα· ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ἀμόλυντε ἀμνάς, ἀπειρόγαμε, ἀμίαντε μόνη, Κόρη ἡ ἀπειρόζυγος καὶ ἄφθορος Θεοῦ νύμφη, ἡ ἀλοχεύτως μόσχον σιτευτὸν κυήσασα, δάμαλις ὡραία· ἐλάφρυνον, ἆρον ἐκ τῆς ψυχῆς μου τὸν βαρὺν κλοιὸν καὶ ζυγὸν τῆς ἁμαρτίας.
Θεότευκτος σκηνὴ χρηματίζουσα τὸν ἅγιον τῶν ἁγίων, τὸν ὑποδείξαντα τῆς πάλαι σκηνῆς τὸν τύπον, ἀρχιερέα μέγαν ἔνδον ἔχουσα, τὴν ἐμὴν καρδίαν, Παρθένε, ἀνάδειξον τοῦ Ὑψίστου καὶ παμβασιλέως Χριστοῦ σκηνὴν ἁγίαν.
Ἐτμήθη ἐκ τῆς σῆς μήτρας, Δέσποινα, ὁ ἔντιμος ὡς ἐξ ὄρους λίθος, πανάσπιλε, καὶ στήλην ἁπάσης πλάνης ὡς Παντοκράτωρ μόνος πανσθενὴς συνέτριψε· δι’ οὗ νῦν εἰκόνα παθῶν ἐξαφάνισον τῆς ψυχῆς μου, τὰς τῶν νοητῶν δυσμενῶν συνθλῶσα μύλας.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἰνδάλματος χρυσοῦ καταπτύσαντες τρισόλβιοι νεανίαι τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι μέσον τοῦ πυρὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου.
Ὁ τὰς ἀσωμάτους οὐσίας ὡς Θεὸς ὑποστησάμενος ἐκ σοῦ, ἁγία Κόρη, σεσωμάτωται· διὸ ῥῦσαι σωματικῶν παθῶν ἐπαναστάσεως καὶ σαρκικοῦ φρονήματος τὸν σὸν ἱκέτην σαῖς δεήσεσι.
Τῆς δικαιοσύνης, Παρθένε, τὸν ἥλιον Χριστὸν ἀνέτειλας καὶ οὐρανὸς ἐδείχθης φωτεινότατος· διὸ νύκτα τὴν τῶν παθῶν σαῖς αἴγλαις διασκέδασον καὶ τὴν ψυχήν μου φώτισον καὶ τὴν καρδίαν καταλάμπρυνον.
Ὅπου τῶν δικαίων ὁ δῆμος ἐν φωνῇ ἀγαλλιάσεως ἐγκατοικεῖν με τότε τὸν ἀνάξιον καταξίωσον τῶν κακῶν τὸ πλῆθος παρορῶσά μου, ἡ τὸν τοῦ κόσμου αἴροντα τὴν ἁμαρτίαν γαλουχήσασα.
Κρῖνον, Θεοτόκε Μαρία, καὶ δίκασον δεινὸν ἀντίδικον καὶ τῆς αὐτοῦ με δίκης ἀπολύτρωσαι· τὸν Κριτὴν γὰρ τὸν ἀγαθὸν καὶ δίκαιον γεγέννηκας, τὸν ἐν ζυγοῖς Θεότητος καταδικάσαντα τὸν θάνατον.
Ἔλυσας τῆς Εὔας τὴν λύπην τὸν Ἀδὰμ τὸν νέον τέξασα τοῦ πρὶν Ἀδὰμ τὴν φύσιν ἀναπλάσαντα· διὸ λῦσον καὶ τῶν ἐμῶν πταισμάτων τὸ χειρόγραφον καὶ πειρασμοῦ καὶ θλίψεων καὶ τῶν παθῶν με ἐλευθέρωσον.
Προσόμοια.
Ἦχος α΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε ὑψιμέδοντος Θεοῦ Μήτηρ καὶ Παρθένε καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε πάντων Ἄνασσα τῶν Ἀρχαγγέλων, ἁγνή· οὐρανῶν χαῖρε Δέσποινα καὶ τῶν ἐπιγείων μόνη κυριεύουσα ὡς βασιλὶς ἀληθῶς· χαῖρε βασιλέων τὸ κέρας, πάντων τῶν πιστῶν χαῖρε δόξα, τῶν χριστιανῶν τὸ καταφύγιον.
Χαῖρε μυστηρίου τοῦ φρικτοῦ καὶ ἀκαταγνώστου, Παρθένε, θεία φανέρωσις, χαῖρε στάμνε πάγχρυσε, χαῖρε Παράδεισε· τοῦ Ἀδὰμ χαῖρε θύγατερ καὶ τοῦ πλαστουργοῦ μου Μῆτερ ἀπειρόγαμε, εὐλογημένη, σεμνή· χαῖρε τῶν εἰς σὲ προστρεχόντων καύχημα καὶ ἄῤῥηκτον τεῖχος, χαῖρε θλιβομένων ἡ παράκλησις.
Χαῖρε λίθε τίμιε Θεοῦ, τῶν τιμίων λίθων ἁπάντων ἡ ὑπερέχουσα· χαῖρε ὁ λαμπρότατος τοῦ Βασιλέως Χριστοῦ μαργαρίτης καὶ ἔμψυχον κειμήλιον χαῖρε λιθομαργαρόχρυσον, Θεοκυῆτορ ἁγνή· χαῖρε τὸ βαρύτιμον σκεῦος Πνεύματος ἁγίου Παρθένε, τῶν πολυτελῶν ἡ πολυτέλεια.
Δεῦρο, ὦ ταλαίπωρε ψυχή, πρόσπεσον Μητρὶ τοῦ Χριστοῦ σου δακρυῤῥοοῦσα θερμῶς, λύσιν τῶν σφαλμάτων σου καὶ δυσχερῶν συνοχῆς αἰτουμένη καὶ κράζουσα, Πανάμωμε Κόρη, πρόφθασον καὶ ῥῦσαί με πάσης κολάσεως, πάσης ἀπειλῆς ψυχοφθόρου, πάσης τρικυμίας καὶ νόσου καὶ ἐχθρῶν τῶν μάτην πολεμούντων με.
