Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἔχων ἐξουσίαν πάσης κτίσεως, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν.
Ὡς εὐλόγησας καὶ ἐπλήθυνας τὸν μελισσῶνα τοῦ δικαίου σου Φιλαρέτου, εὐλόγησον καὶ τὰ μελίσσια ταῦτα τοῦ δούλου σου (ὄνομα) καὶ πλήθυνον καὶ ἐνδυνάμωσον αὐτὰ καὶ ποίησον αὐτὰ εἰς χιλιάδας καὶ μυριάδας καὶ ῥῦσαι ταῦτα ἐκ τῆς δυναστείας τοῦ διαβόλου καὶ πάσης ἐπιβουλῆς ἐχθρῶν καὶ αὔρας θανατικῆς καὶ λοιμικῆς νόσου.
Περιφρούρησον αὐτὰ διὰ Ἁγίων Ἀγγέλων σου, πάσαν ἀσθένειαν, πάντα φθόνον καὶ πειρασμὸν φαρμακείας και γοητείας, ἐξ ἐνεργείας ἐπερχομένης τοῦ διαβόλου, ἀποδιώκων ἐξ αὐτῶν.
Ὅτι σοῦ ἐστὶν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
(Ἁγίου Φιλαρέτου)
