Δέσποτα Παντοκράτoρ, ὁ καταξιώσας ἡμᾶς διελθεῖν τὸ μῆκος τῆς ἡμέρας ταύτης,
πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν δεήσεις καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους Σου επὶ πάντας ἡμᾶς τοὺς δεομένους Σου.
Τείχισον ἡμᾶς τοῖς Ἁγίοις Ἀγγέλοις Σου, περιχαράκωσoν ἡμᾶς τῇ ἀληθείᾳ Σου,
φρούρησον ἡμᾶς τῇ δυνάμει Σου, φύλαξον ὑπὸ τὴν σκέπην Σου τὸν στρατὸν καὶ ἅπαν τὸ ἑλληνικὸν ἔθνος.
Παράσχου δὲ ἡμῖν καὶ τὴν ἐπερχομένην νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Πρεσβείαις τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
