ΤΩ ΑΓΙΩ ΚΑΙ ΜΕΓΑΛΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ
ΟΡΘΡΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’)
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα…
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν… Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου…
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ’).
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).
Ψαλμὸς 3
Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ.
Πολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ
Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι
Ἀνάστα Κύριε σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπαταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας
Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου
Ψαλμὸς 37
Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς, με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,
οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι
ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς
ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου
ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Ψαλμὸς 62
Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς τὰ χείλη μου ἐπαινέσουσί σε
οὕτως εὐλογήσω σὲ ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
1. ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
Δόξα… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Ψαλμὸς 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου
ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτόῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε
ἵνα τὶ Κύριε ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου· ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοι ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (2)
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Τροπάρια Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Δόξα…
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ νῦν…
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
Καθίσματα Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Σινδόνι καθαρᾷ καὶ ἀρώμασι θείοις, τὸ Σῶμα τὸ σεπτόν, ἐξαιτήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι· ὅθεν ὄρθριαι, αἱ μυροφόροι γυναῖκες, ἀνεβόησαν· Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.
Δόξα…
Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.
Καὶ νῦν…
Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός, καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς ὁ ἀθάνατος, ὃν τὰ τάγματα, τὰ τῶν Ἀγγέλων κυκλοῦσι, καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷ ᾍδῃ, ὡς Κτίστην καὶ Κύριον.
Ν’ Ψαλμὸς
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
ᾨδὴ α’ Ἦχος πλ. β’ Ὅ Εἱρμὸς
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ δεδόξασται.
Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.
Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς· ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.
Καταβασία
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες· ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ δεδόξασται.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.
Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾍδῃ Δέσποτα· οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.
Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
Μνήματι καὶ σφραγίσιν, ἀχώρητε συνεσχέθης βουλήσει· καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν· οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.
Καταβασία
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
Κάθισμα Ἦχος α’
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα… Καὶ νῦν… Πάλιν τὸ αὐτὸ
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος.
Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων· παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.
Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄ ῥηται σπαράττουσα· ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾍδου, Λόγε τῷ κράτει σου.
Ὁ Ἄδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν.
Καταβασία
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν Ἄδῃ, ὡς παντοδύναμος.
ᾨδὴ ε’ Ὁ Εἱρμὸς
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνόν σοι Λόγε μυστήριον· ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει· ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις· ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα· ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾍδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.
Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου, καὶ τῆς φθορᾶς ὡς παντοδύναμος.
Καταβασία
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
ᾨδὴ ς’ Ὁ Εἱρμὸς
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος· ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Ἀνῃρέθης, ἀλλ’ οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός· εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους· ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς Θεότητος καὶ τῆς σαρκός σου· ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.
Βροτοκτόνον, ἀλλ’ οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ· εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ χοϊκὴ οὐσία, ἀλλ’ ἡ Θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δὲ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.
Βασιλεύει, ἀλλ’ οὐκ αἰωνίζει, ᾍδης τοῦ γένους τῶν βροτῶν· σὺ γὰρ τεθεὶς ἐν τάφῳ, Κραταιε ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ’ αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος.
Καταβασία
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
Κοντάκιον Ἦχος β’
Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται, καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ ἀθάνατος. Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ, Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Ὁ Οἶκος
Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις, τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο, ἡ γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο, ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διερρήγνυντο, μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίων Ἀνδρῶν. ᾍδης κάτω στενάζει, καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν, τὰ δὲ Γύναια κράζουσι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Συναξάριον
Τῇ Ζ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου.
Στίχοι
Καλλιόπιος ἔμπαλιν παγεὶς ξύλῳ,
Τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.
Ζωὴν Καλλιόπιος ἀγήρω ἑβδόμῃ εὗρεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Μυτιλήνης.
Στίχοι
Ἐχει Μυτιλήνη σε καὶ τεθνηκότα,
Ὡς ζῶντα, Γεώργιε, προστάτην μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥουφίνου Διακόνου.
Στίχοι
Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ῥουφῖνος,
Σφάττει παλαιόν, τὸν διάβολον λύκον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀκυλῖνα, τὰς χεῖρας εἰς τοὐπίσω δεσμευθεῖσα, καὶ τὴν κοιλίαν φλεχθεῖσα, τελειοῦται.
Στίχοι
Ὀπισθόχειρα σχοινίοις στρεβλουμένην,
Ἐμπροσθίως φλέγουσι τὴν Ἀκυλῖναν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων τῶν ἐν Σινώπῃ ξίφει τελειωθέντων.
Στίχοι
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.
Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι’ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Στίχοι
Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.
Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’ Ὁ Εἱρμὸς
Ἄφραστον θαῦμα. Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τετρωται ᾍδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
Ὄλβιος τάφος. ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
Μία ὑπῆρχεν, ἡ ἐν τῷ Αδῃ ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, Θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελωδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Καταβασία
Ἄφραστον θαῦμα. Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’ Ὁ Εἱρμὸς
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν Θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὢ τῶν θαυμάτων τῶν καινῶν. ὢ ἀγαθότητος. ὢ ἀφράστου ἀνοχῆς. ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
ᾨδὴ θ’ Ὁ Εἱρμὸς
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ· νῦν δὲ σὲ Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς, ἀλλ’ ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.
Γῆ με καλύπτει ἐκόντα, ἀλλα φρίττουσιν ᾍδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾑμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως· τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.
Ἀγαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς· ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾍδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.
Καταβασία
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σε μεγαλύνοντας.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος πλ. α’
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Τά Ἐγκώμια
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ Αδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.
Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ Αδη ἐλήλυθας; ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν;
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν..
Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ, τὴν ζωήν.
Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἑλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.
Αδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, ἀστραπῆς φωτός σου αἴγλῃ ἐκτυφλωθείς;
Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς.
Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῆς.
Ὢ θαυμάτων ξένων. ὢ πραγμάτων καινῶν. Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας, τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.
Σοῦ τεθέντος τάφῳ, πλαστουργέτα Χριστέ, τὰ τοῦ Αδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεώχθη τῶν βροτῶν.
Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς Αδου συνοχῆς.
Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ Αδου τοὺς μοχλούς.
Ὡς φωτὸς λυχνία, νῦν ἡ σάρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν Αδη σκοτασμόν.
Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῷ.
Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει με πικρᾷ.
Ἠλλοιοῦτο πᾶσα, κτίσις πάθει τῷ σῷ· πάντα γάρ σοι Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.
Τῆς ζωῆς τὴν πέτραν ἐν κοιλίᾳ λαβών, Αδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.
Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ, καὶ ἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾍδου κατελήλυθας ζητῶν.
Συγκλονεῖται φόβῳ, πᾶσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῆ κρυβέντος σου φωτός.
Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε Υἱὲ;
Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.
Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι, ἀλλ’ ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καὶ σὲ τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.
Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.
Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.
Νοεραί σε τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι’ ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Καθελὼν σε Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο. Ἀλλ’ ἀνάστα σῴζων πάντας ὡς Θεός.
Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.
Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς, ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους δ’ ὑπ’ αὐτὴν ἐξανιστᾷς.
Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὥς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας της σαρκός.
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός, σὺ δ’ ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.
Τίς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν· ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνῄσκει δι’ ἡμᾶς.
Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πῶς δ’ ἐν μνήματι συγκλείεται Θεός:
Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.
Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς, τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήρρητον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.
Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβεῖταί σου τὸ σχῆμα τὸ φρικτόν.
Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.
Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.
Ὢ χαρὰς ἐκείνης ὢ πολλῆς ἡδονῆς ἧς περ τοὺς ἐν Αδῃ πεπλήρωσας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.
Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι’ ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Κατὰ σοῦ ῥομφαία, ἑστιλβοῦτο Χριστέ, καὶ ῥομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαία δὲ τροποῦται τῆς Ἐδέμ.
Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
Κἂν ἐνθάπτῃ τάφῳ, κἂν εἰς Αδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν Αδην ἀπεγύμνωσας Χριστέ.
Ἑκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι’ ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον, φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.
Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.
Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθῶν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;
Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι’ αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾍδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.
Οἴμοι φῶς τοῦ Κόσμου οἴμοι φῶς τὸ ἐμόν Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κἂν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.
Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι, δι’ ὃν γέγονας προδότης τοῦ Χριστοῦ.
Ὡς φιλάνθρωπός τίς, ὑποκρίνῃ μωρὲ καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.
Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν, τοῦ τιμίου τί ἐδέξω ἀντάξιον, λύσσαν εὗρες καταρώτατε Σατάν.
Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπῇ, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον.
νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;
Ὢ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.
Κἂν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατεδέξω τὴν τομήν, ἀλλ’ ἐπήγασας, ζῶν τὸ ῥείθρον ὡς πηγὴ ὢν τῆς ζωῆς.
Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.
Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα…
Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν… Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Εἶτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως καὶ ἡ Ἐκφώνησις
Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α’
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύσαντος ἐν τάφῳ σωματικῶς.
Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.
Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε Τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.
Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.
Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοῦ κρυβέντος Ἥλιε ὑπὸ γῆν.
Γῆς ὁ καταρχάς, μόνῳ νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν· φρῖξον τῷ θεάματι οὐρανέ.
Ἔδυς ὑπὸ γῆν ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἵν’ ἐξαναστήσης τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτῳ κράτει.
Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.
Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, Μυροφόροι μύρα ζῶντι Θεῷ
Αδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτῳ δὲ θανατοῖς, καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.
Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις Αδου μυχοῖς.
Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.
Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς διιαιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἄπαν, τὸ ἐν τῷ Αδῃ σκότος.
Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ’ ἀναβλαστήσας, Κόσμον χαροποιήσει.
Ἕπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς Αδην φοιτήσαντος, ἀναστὰς μὲν νῦν καὶ πάλαι πεπτωκώς.
Σπένδει σοι χοάς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα· Τέκνον, ἀνάστα ὡς προέφης.
Τάφῳ Ἰωσήφ, εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων, ὕμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.
Ἥλοις σε Σταυρῷ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.
Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τὰς ὄψεις βρέχει πικρῶς.
Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν, ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.
Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.
Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν, ᾄδει δὲ σὺν τούτοις καὶ Σεραφίμ.
Δύνεις ὑπὸ γῆν, Σῶτερ Ἥλιε δικαιοσύνης· ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.
Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ’ αἰῶνας, αἰωνίου τε ἐγείροντα νεκρούς.
Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ’ ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.
Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου, τρόμῳ δὲ ἡ Κτίσις συνεχεται, πάντων σε κηρύττουσα Ποιητήν.
Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον, ἄνθρωπος θνητὸς δ’ ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρῖξον ἡ γῆ.
Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡ Ἁγνή.
Σὺ ὡς ὢν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας, ἀλλ’ ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ’ ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τους βροτοὺς θείαις αὐγαῖς.
Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαίνας ἀμφιέννυνται στολάς.
Οἶδέ σε Θεόν, Ἑκατόνταρχος κὰν ἐνεκρώθης, πῶς σε οὖν Θεέ μου ψαύσω χερσὶ; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.
Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει· σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου Κόσμῳ ζωήν.
Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος Ἀγαθέ.
Ἤρθης ἀπὸ γῆς, ἀλλ’ ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήρρυτε ἄμπελε· Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.
Πῶς οἱ νοεροί, Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες, γυμνὸν ᾑμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν.,
Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ· διὰ τί κατέκρινας τὸν Χριστόν.
Χλαῖναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατεστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.
Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.
Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
Οἴμοι ὦ Υἱέ. ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.
Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.
Φεῦ. τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.
Κἂν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο. Μὴ βραδύνῃς ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
Αδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἤλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
Μέγα καί, φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται. ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.
Νύττῃ τὴν πλευράν, καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.
Πρὶν τὸν τῆς Ῥαχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ’ οἶκον, νῦν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τῇ Μητρί.
Ῥάπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.
Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.
Δόξα…
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν… Θεοτοκίον.
Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Εἶτα Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος γ’
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.
Οὓς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.
Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων.
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.
Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.
Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.
Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.
Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν Αδην καθελόντι.
Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.
Ὧ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.
Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.
Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.
Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.
Πρὸς τὸν πυθμένα ᾍδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.
Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.
Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.
Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.
Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυρροοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.
Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.
Ἰκρίῳ προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.
Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφω προσελθοῦσαι, προσέφερόν σοι μύρα.
Ἀνάστηθι οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.
Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυρροοῦσα λέγει.
Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἁγνῶς Τεκούσης.
Οὐράνιοι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρὸν σε καθορῶσαι.
οῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.
Ὧ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε πῶς γῆ σε συγκαλύπτει;
Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσὴφ σε, καὶ νῦν σε ἄλλος θάπτει.
Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.
Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.
Ἔρραναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι.
Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.
Δόξα…
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν… Θεοτοκίον.
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.
Εὐλογητάρια
Ἦχος πλ. α’
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δὲ Ἀπόστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ ἐνηχοῦντο, Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
Δόξα… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφίμ, κράζοντες· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν… Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Δόξα σοι ὁ Θεός. (ἐκ γ’)
Συναπτὴ μικρά, καὶ ἡ
Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλευς τῆς εἰρήνης, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (3)
ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ’ (148) Ἦχος β’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἦχος β’
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἰδιόμελα
Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν, καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ τοὺς οὐρανούς, ὑπνοῖ ἡ ζωή, καὶ ᾍδης τρέμει, καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι’ ἧς τελέσας πάντα σαββατισμὸν αἰώνιον, ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σου Ἀνάστασιν.
2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί τὸ ὁρώμενον θέαμα; τίς ἡ παροῦσα κατάπαυσις; Ὁ Βασιλεὺς τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν· Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.
3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν τάφοις κειμένους ζωοποιήσῃ, δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι, προφητικῶς αὐτῷ ἐκβοήσωμεν· Ἀναπεσὼν κεκοίμησαι ὡς λέων, τίς ἐγερεῖ σε Βασιλεῦ; ἀλλ’ ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἑκουσίως· Κύριε δόξα σοι.
Ἦχος πλ. β’
4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν. Ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.
Δόξα… Ἦχος πλ. β’
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν… τὸ παρὸν Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ’).
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).
Δόξα… Καὶ νῦν… Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ δὲ Ἱερεὺς ἀλλάσσει ὅλην τὴν ἱερατικὴν στολήν, καὶ ψαλλομένου τοῦ Τρισαγίου (Ἦχος πλ. β’), εἰσοδεύει μετὰ τοῦ ἁγίου Εὐαγγελίου.
Μετὰ δὲ τὴν συμπλήρωσιν τούτου, λέγει.
Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία.
Τροπάρια Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Δόξα…
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ νῦν…
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.
Τροπάριον τῆς Προφητείας
Ἦχος β’
Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾍδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον, καὶ ἀθανατίσας, ζωώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.
Προκείμενον Ἦχος δ’
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν.
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΖ’, 1-14)
Ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων, καὶ περιήγαγέ με ἐπ’ αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ’ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ’ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Κύριος Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ’ ὅ, τι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ ἐστιν, αὐτοὶ λέγουσι. Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς. Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.
Προκείμενον Ἦχος βαρὺς
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Ε’, 6-8, Γαλ. Γ’, 13-14)
Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
κζ΄ 63 – 66
Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώνῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί…
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρα, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Δόξα… Καὶ νῦν…, Κύριε ἐλέησον (γ’), Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τὰ φρικτὰ πάθη, καὶ τὸν ζωοποιὸν Σταυρόν, καὶ τὴν ἑκούσιον ταφὴν σαρκὶ καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
