Όρθρος Κοιμήσεως της Θεοτόκου

Ἱερεὺς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης Ἀμήν.

Ἱερεὺς· Δόξα σοι ὁ Θεός, δόξα σοι.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ἀναγνώστης Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’)

Δόξα… Καὶ νῦν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα…

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν… Θεοτοκίον.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Χορὸς Κύριε, ἐλέησον (γ’).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

Ἱερεὺς· Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία (τρίς).

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου (δίς).

Ψαλμός γ’ (3)

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ πολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Καὶ πάλιν.

Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

Ψαλμός λζ’ (37)

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Καὶ πάλιν.

Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Ψαλμός ξβ’ (62)

Ὁ Θεός ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Καὶ πάλιν.

Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

Ψαλμός πζ’ (87)

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Καὶ πάλιν.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ψαλμός ρβ’ (102)

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν.

Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ψαλμός ρμβ’ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

Καὶ πάλιν.

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου (δίς).

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Ἐν τῇ Γεννήσει…

ὁ α’ χορὸς

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικράκαὶἡ

Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α‘ Στιχολογίαν

Κάθισμα
Ἦχος δ’

ὁ α’ χορὸς

ΚατεπλάγηἸωσὴφ

Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς, καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι, Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶνῦν… Θεοτοκίον.

Ἀναβόησον Δαυΐδ,…

Μετὰ τὴν β‘ Στιχολογίαν

Κάθισμα
Ἦχος α’

ὁ α’ χορὸς

Τὸν τάφον σου Σωτὴρ

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Τὸ αὐτὸ

Ὁ πάντιμος χορός,…

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα

Ἦχος γ’

Τὴν ὡραιότητα

Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε, πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Τὸ αὐτὸ

Ἐν τῇ Γεννήσει σου,…

Τὸ Ἀντίφωνον τοῦ δ‘ Ἤχου.

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’

ὁ α’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ β’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ α’ χορὸς

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς· Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς· Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἱερεὺς· Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ Ψαλμὸς

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μουἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Πεντηκοστάριον. Ἦχος πλ.β’

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Στιχηρὸν Ἰδιόμελον Βύζαντος

Ὅτε ἡ Μετάστασις τοῦ ἀχράντου σου σκήνους ηὐτρεπίζετο, τότε οἱ Ἀπόστολοι, περικυκλοῦντες τὴν κλίνην τρόμῳ ἑώρων σε, καὶ οἱ μὲν ἀτενίζοντες τῷ σκήνει, θάμβει συνείχοντο, ὁ δὲ Πέτρος σὺν δάκρυσιν ἐβόα σοί, Ὢ Παρθένε, ὁρῶ σε τρανῶς ἡπλωμένην ὑπτίαν, τὴν ζωὴν τῶν ἁπάντων, καὶ καταπλήττομαι, ἐν ᾗ ἐσκήνωσε τῆς μελλούσης ζωῆς ἡ ἀπόλαυσις, Ἀλλ’ ὢ ἄχραντε, ἱκέτευε ἐκτενῶς τὸν Υἱόν σου καὶ Θεόν, τοῦ σῴζεσθαι τὴν πόλιν σου ἄτρωτον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…. Ἐλέει καὶ οἰκτιρμοῖς…

Εἴθ’ οὕτως οἱ δύο ΚανόνεςτῆςἙορτῆς.

κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς.

Πανηγυριζέτωσαν οἱ θεόφρονες.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾠδὴα‘

ὁ α’ χορὸς

Ἦχος α’ Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

ὁ β’ χορός

Πεποικιλμένη τῇ θείᾳ δόξῃ,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην΄ μεθ’ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις, διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Κανὼν δεύτερος

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾠδὴ α‘

ὁ α’ χορὸς

Ἦχος δ‘ ὉΕἱρμὸς

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Κοίμησιν.

ὁ β’ χορός

Ἀνοίξω τὸ στόμα μου,…

ὁ α’ χορὸς

Δόξα Πατρί…

Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε΄ ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.

ὁ β’ χορός

Καὶ νῦν…

Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

ᾠδὴ γ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

ὁ β’ χορός

Ἡ δημιουργική, καὶ συνεκτικὴ…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γυναῖκά σε θνητήν, ἀλλ’ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.

Κανὼν δεύτερος

ὁ α’ χορὸς

ὉΕἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,…

ὁ α’ χορὸς

ΔόξαΠατρί…

Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας΄ τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.

ὁ β’ χορός

Καὶ νῦν…

Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.

Συναπτὴμικράκαὶἡ

Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

ἩὙπακοὴ

Ἦχοςπλ. α‘

Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε΄ ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι ηὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες΄ ἡμέρας γὰρ καὶ νυκτὸς, πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταῖς σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν σοι΄ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ᾠδὴ δ‘

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἴδετε λαοὶ καὶ θαυμάσατε, τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄῤῥευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον, Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει΄ Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

Κανὼν δεύτερος

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.

ὁ α’ χορὸς

Καὶ νῦν…

Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι’ ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται,ἡ ἀπειρογάμως κυήσασα.

ᾠδὴ ε‘

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

ὁ β’ χορός

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ’ ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι΄ Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

Κανὼν δεύτερος

ὁ α’ χορὸς

ὉΕἱρμὸς

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου΄ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα.

ὁ β’ χορός

Ἐξέστη τὰ σύμπαντα,…

ὁ α’ χορὸς

ΔόξαΠατρὶ…

Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον΄ γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί΄ Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.

ὁ β’ χορός

Καὶ νῦν…

Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σοι, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος,Θεοτόκε πανύμνητε.

ᾠδὴ ς’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ὁ α’ χορὸς

Ἅλιον ποντογενές,…

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός, ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφύλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς, Μητρὶ χαριζόμενος.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

Κανὼν δεύτερος

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον,…

ὁ β’ χορός

Δόξα Πατρί…

Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα, πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον.

ὁ α’ χορὸς

Καὶ νῦν…

Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας, διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

Συναπτὴ μικρά καὶ ἡ

Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον
Ἦχοςπλ. β‘ – Αὐτόμελον

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁμήτρανοἰκήσαςἀειπάρθενον.

Ὁ Οἶκος

Τείχισόν μου τὰς φρένας Σωτήρ μου, τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με, σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον, πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁμήτρανοἰκήσαςἀειπάρθενον.

Συναξάριον

Τῇ ΙΕ‘ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας.

Στίχοι

Οὐ θαῦμα θνῄσκειν κοσμοσώτειραν Κόρην,
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
Ζῇ ἀεὶ Θεομήτωρ, κἂν δεκάτῃ θάνε πέμπτῃ.
Ἧς ταῖς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α’

ὁ α’ χορὸς

Ἦχος α’ Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

ᾠδὴ γ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος,ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

ᾠδὴ δ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

ᾠδὴ ς’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ᾠδὴ ζ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε΄ τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός΄ ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί΄ ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι΄ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾠδῆς.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

ὁ β’ χορός

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι,…

ὁ α’ χορὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον, τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει΄ Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.

ὁ β’ χορός

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι΄ Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανὼν δεύτερος

Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

ὁ β’ χορός

Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι, πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.

ὁ β’ χορός

Καὶ νῦν…

Στίχ. Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δέχου παρ’ ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

ὁ α’ χορὸς

Καταβασία

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

Συναπτὴ μικρά

καὶ ἡ

Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Ἦχοςγ‘

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ὁ β’ χορὸς

Ἀπόστολοι ἐκ περάτων,…

ὁ α’ χορὸς

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου,παράλαβέμουτὸπνεῦμα.

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῇ ἐνδόξῳ Κοιμήσει σου,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι΄ Χαῖρε ὄχημα, τῆς θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.

Ἦχος πλ. β’

ὁ α’ χορός

Δόξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ α’ χορός

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον΄ καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι΄ οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων΄ Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνυμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ’ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε… σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ’).
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα… Καὶ νῦν… Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς ἑορτῆς

Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.