Απολυτίκια Δεκεμβρίου

Φιλαρέτου Οσίου (1 Δεκεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως περιουσίᾳ, διεσκόρπισας τοῖς δεομένοις τὸν προσιόντα σοι πλοῦτον, Φιλάρετε, καὶ εὐσπλαχνίᾳ κοσμήσας τὸν βίον σου, τὸν χορηγὸν τοῦ ἐλέους ἐδόξασας, Ὃν ἱκέτευε δοθῆναι τοῖς εὐφημοῦσι σε ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.

Προφήτου Ναούμ (1 Δεκεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Νόμω ἔλαμψας, προαναγγέλλων, τᾶς τῆς χάριτος, Ναοὺμ Προφήτα, ὀμωνύμως παρακλήσεις ἐν Πνεύματι· δι’ ὧν ὁ Λόγος οὐσίαν τὴν βρότειον, ἐπιφανεῖς τοὶς ἀνθρώποις κατηύφρανεν ὅθεν πρέσβευε, Τριάδι τὴ πανοικτίρμονι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Αββακούμ Προφήτου (2 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ὄρος προέγραψας τὴν Θεοτόκον ἁγνήν, ἐξ ἧς ἡμῖν ἐλάμψεν ὁ τῶν ἁπάντων Θεός, σαρκὸς ὁμοιώματι. Ὅθεν σὲ ὡς προφήτην θεηγόρον τιμῶντες, χάριτος οὐρανίου μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακοὺμ ἔνδοξε.

Ἁγίου Πορφυρίου του Καυσοκαλυβίτου (2 Δεκεμβρίου)
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, οἰκουμένης ἀγλάϊσμα τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Προφήτου Σοφονίου (3 Δεκεμβρίου)
Ήχος α’. Της ερήμου πολίτης.
Συνιείς φερωνύμως των μελλόντων την πρόγνωσιν, εκφαντορικώς προεκφαίνεις, την αιώνιον λύτρωσιν. Σιών γαρ βασιλέα τον Χριστόν, κηρύττεις Σοφονία εμφανώς, παρ’ αυτού γαρ ελυτρώθημεν της αράς, Προφήτα οι βοώντες σοι, δόξα τω σε δοξάσαντι Θεώ, δόξα τω σε στεφανώσαντι, δόξα τω δωρουμένω διά σου, πάσι συγχώρησιν.

Αγίας Βαρβάρας (4 Δεκεμβρίου)
Ἦχος δ’.
Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.

Αγίου Ιωάννη Δαμασκηνού (4 Δεκεμβρίου)
Ἦχος δ’. Τὴν ὡραιότητα.
Τὴν καλλικέλαδον, καὶ λιγυραῖς μολπαῖς, κατακηλοῦσάν τε, καὶ ἀγλαΐζουσαν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὔλαλον ἀηδόνα, δεῦτε εὐφημήσωμεν, Ἰωάννην τὸν πάνσοφον, τὸν Δαμασκηνὸν πιστοί, ὑμνογράφων τὸν πρύτανιν· τὸν ἔμπλεων, ἁπάσης γενόμενον, θείας καὶ κοσμικῆς σοφίας.

Αγίου Σεραφείμ του Νέου Ιερομάρτυρος (4 Δεκεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγράφων τὸν γόνον, Φαναριοῦ τὸν πρόεδρον, καὶ Μονῆς Κορώνῃς τὸ κλέος Σεραφεὶμ εὐφημήσωμεν ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεᾶς καὶ λυτρούται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.

Αγίου Σάββα του Ηγιασμένου (5 Δεκεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν ὁσίων ἀκρότης καὶ ἀγγέλοις ἐφάμιλλος ὡς γὰρ ἡγιασμένος ἐδείχθης ἐκ παιδός, Σάββα Ὅσιε. Οὐράνιον γὰρ βίον ἀπελθῶν, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντας σοι. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Αγίου Νικολάου (6 Δεκεμβρίου)
Ἦχος δ’.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Αμβροσίου Μεδιολάνων (7 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε Ὅσιε, λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις, φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν, ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.

Παταπίου Οσίου (8 Δεκεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας κλήσεως, ἰχνηλατήσας, ἐκ νεότητας, τᾶς ἐπιδόσεις, δι’ ἀσκήσεως τῷ κόσμῳ ἐξέλαμψας, καὶ δοξασθεῖς ἀπάθειας ταὶς χάρισι, πάθη ποικίλα ἴασαι Πατάπιε, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Η Σύλληψις της Αγίας Άννας (9 Δεκεμβρίου)
Ἦχος δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα· ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Μηνά, Ερμογένους και Ευγράφου Μαρτύρων (10 Δεκεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ καλλικέλαδος, θεόφρον γλῶσσα σου, λαμπρῶς κηρύξασα, Χριστοῦ τὴν σάρκωσιν, συναθλητᾶς σοὶ εὐκλεεῖς, εἰλκύσατο ἐν σταδίῳ, Μηνᾷ παμμακάριστε, Ἐρμογένην τὸν ἔνδοξον, καὶ τὸν θεῖον Εὔγραφον, μεθ’ ὧν χαίρων ἠγώνισαι. Καὶ νῦν τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἠμῶν ἐκδυσωπεῖτε.

Δανιήλ του Στυλίτου (11 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὑψώσας τὸ σῶμα σου, ἐπὶ τοῦ στύλου σοφέ, τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὸν Θεὸν ἀκλινῶς, βιώσας ὡς ἄγγελος, ὅθεν σὲ στήλην ζῶσαν, εὐσεβείας εἰδότες, κράζοντας σοὶ βοῶμεν, Δανιὴλ Θεοφόρε, Παντοίων ἠμᾶς κινδύνων, πρέσβευε ρύεσθαι.

Νόμωνα (11 Δεκεμβρίου)
Ἦχος α’.
Ταμασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα, θαυματουργοὶ ὤφθητε ὄντως, Βηχιανὲ καὶ Νόμων ὅσιοι. Νηστεία, κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς. Ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανοῦ ἐδέξασθε, θεόπνευστοι. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, τῷ καὶ ὑμᾶς στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν πάσιν ἰάματα.

Αγίου Σπυρίδωνος (12 Δεκεμβρίου)
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ευστρατίου, Ευγενίου, Μαρδαρίου, Ορεστίου και Αυξεντίου Μαρτύρων (13 Δεκεμβρίου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἡ πενταυγὴς τῶν ἀθλοφόρων χορεία, τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ, τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς, ὁ σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ, Ὀρέστης καὶ Μαρδάριος καὶ Εὐγένιος ἅμα, οὗς εὐφημοῦντες εἴπωμεν πιστοί, χαίροις μαρτύρων πεντάριθμε σύλλογε.

Θύρσου, Φιλήμονα, Απολλωνίου, Αρριανού, Καλλινίκου και Λευκίου Μαρτύρων (14 Δεκεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ἑξαστέλεχον μαρτύρων φάλαγγα, ᾀσμάτων ἄνθεσιν ἀνευφημήσωμεν, ὡς καθαιρέτας τοῦ ἐχθροῦ καὶ στύλους τῆς εὐσεβείας, Θύρσον καὶ Φιλήμονα καὶ στερρὸν Ἀπολλώνιον, Ἀρριανόν Καλλίνικον καὶ τὸν ἔνδοξον Λεύκιον, αὐτοὶ γὰρ οὐρανίων χαρίτων κόσμῳ πυρσεύουσι τὴν αἴγλην.

Αγίου Ελευθερίου (15 Δεκεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Αγίου Μοδέστου (16 Δεκεμβρίου)
{Προστάτου των ζώων}
Ἦχος γ’. Θείας πίστεως.
Θείων ἔργων σου, τὴ ἐπιδείξει, πάσαν εὔφρανας, Σιῶν τὴν θείαν, τῶν Ἀποστόλων πλουτήσας τὴν ἔλλαμψιν, καὶ τῷ Σωτήρι ὁσίως ἱερεύσας, ἱεραρχία καὶ βίου λαμπρότητι. Πάτερ Μόδεστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Προφήτου Αγγαίου (16 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Προφήτης θεόληπτος, οἴα θεράπων Θεοῦ, τῷ κόσμῳ ἐνδέδειξαι, ἀνακαθάρας τὸν νοῦν, Ἀγγαῖε πανεύφημε, ὅθεν ἑορταζόντων, ἔνθα πέφυκεν ἦχος, ἤρθης ὡς ἑορτάζων, ἐν Θεῷ φερωνύμως, ὦ πρέσβευε θεηγόρε, σώζεσθαι ἅπαντας.

Αγίας Θεοφανούς, της Θαυματουργής (16 Δεκεμβρίου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Προελομένη τὰ οὐράνια πόθω, Θεοφανῶ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα• ὅθεν κατηξίωσαι, οὐρανίων χαρίτων, σὺν Ἀγγέλων τόξεσι, καὶ Ἁγίων χορείαις, παριστάμενη τῷ Παμβασιλεῖ ὂν ἐκδυσώπει, εὐρεὶν ἠμᾶς ἔλεος.

Αγίου Διονυσίου (17 Δεκεμβρίου)
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν μονῆς τὼν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· Ταῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.

Προφήτου Δανιήλ και Αγίων 3 Παίδων εν καμίνω (17 Δεκεμβρίου)
Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντωv ποιμήv, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἰκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Σεβαστιανού και των Συν Αυτώ Μαρτύρων (18 Δεκεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συγκλήτου σφαλλομένης παριδῶν τὰ συνέδρια, Σεβαστιανὲ πανολβίαν, συναγείρεις συνέλευσιν, Μαρτύρων ἀληθῶς πανευκλεῶν, σὺν σοῖ καταβαλόντων τὸν ἐχθρόν, μεθ’ ὧν θείας συναυλίας ἀξιωθεῖς, φαιδρύνεις τοὺς βοώντας σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.

Βονιφατίου και Αγλαϊδος Μαρτύρων (19 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαρτύρων τὴν εὔκλειαν ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στερρῶς, σοφὲ Βονιφάτιε, ὅθεν καθάπερ πλοῦτον ἀδαπάνητον, μάρτυς, δέδωκάς σου τὸ σῶμα τῇ σεμνῇ Ἀγλαΐᾳ, ἐξ οὗ τῷ κόσμῳ πηγάζει ῥώσις καὶ ἔλεος.

Ιγνατίου του Θεοφόρου (20 Δεκεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος χερσὶν ἀχράντοις θεοφόρος ἀνεδείχθης, Ἰγνάτιε, καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ιουλιανής Παρθενομάρτυρος (21 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς νύμφη πανάμωμος καὶ ἀθληφόρος σεμνή, τῷ Λόγῳ νενύμφευσαι τοῦ ἀθανάτου Πατρός, Ἰουλιανὴ ἔνδοξε, σὺ γὰρ φθαρτὸν μνηστήρα παριδοῦσα, ἐμφρόνως ἤθλησας ὑπὲρ φύσιν καὶ τὸν ὄφιν καθεῖλες, καὶ νῦν ταῖς τοῦ νυμφίου σου τρυφᾶς φαιδρότησι.

Αναστασίας Φαρμακολύτριας (22 Δεκεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι” ἀθλήσεως ἐχθρὸν καταπαλαίσασα, ὅθεν βλαστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, θέοφρων Ἀναστασία, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.

Των 10 Μαρτύρων εν Κρήτη (23 Δεκεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατήσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Ευγενείας Οσιομάρτυρος (24 Δεκεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος τῇ ὑμνωδίᾳ, φῶς προσέλαβες θεογνωσίας, Εὐγενία Χριστοῦ καλλιπάρθενε, καὶ ἐν ὁσίων χορείᾳ ἐκλάμψασα, ἀθλητικῶς τὸν ἐχθρὸν ἐθριάμβευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Γεννέσεως του Χριστού (25 Δεκεμβρίου)
Ἦχος δ’.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Σύναξις Υπεραγίας Θεοτόκου (26 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταὶς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἔκ σοῦ, χαρᾶς ὤφθης πρόξενος, ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμω ἐκύησας.

Στεφάνου Πρωτομάρτυρος (27 Δεκεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε· Στέφανε, σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδες σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σίμωνος Οσίου (28 Δεκεμβρίου)
Ήχος πλ. α’. Τον συνάναρχον Λόγον.
Τη ασκήσει εκλάμψας εν Άθω Όσιε, ως καθαρθείς την καρδίαν των αρετών τω φωτί, εδοξάσθης θαυμαστώς Σίμων μακάριε˙ διό και βλύζεις κρουνηδόν, μύρα εύοσμα ημίν, ηξίωσαι μετά τέλος. Αλλά μη παύση πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.

Δισμυρίων Mαρτύρων (28 Δεκεμβρίου)
Ήχος γ’. Θείας πίστεως.
Θείον στράτευμα, πόλις αγία, περιούσιος λαός Κυρίου, ανεδείχθητε δισμύριοι Μάρτυρες, τη γαρ αγάπη αυτού δροσιζόμενοι, δια πυρός τον αγώνα ηνύσατε. Αλλ’ αιτήσασθε, ελέους σοφοί τον πρύτανιν, δωρήσασθαι ημίν το μέγα έλεος.

14.000 αναιρεθέντων νηπίων (29 Δεκεμβρίου)
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ. (ψαλλόμενο ως κάθισμα)
Ως θύματα δεκτά, ως νεόδρεπτα ρόδα και θεία απαρχή, και νεόθυτοι άρνες, Χριστώ τω ώσπερ νήπιον, γεννηθέντι προσήχθητε, αγνά Νήπια, την του Ηρώδου κακίαν, στηλιτεύοντα και δυσωπούντα απαύστως, υπέρ των ψυχών ημών.

Ανυσίας Οσιομάρτυρος (30 Δεκεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Χριστὸν ποθήσασα, ἀπὸ νεότητος, αὐτοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, ἐν ἀρεταῖς ἀσκητικαῖς ἐκλάμπουσα Ἀνυσία· ὅθεν καὶ ἀθλήσασα, πρὸς νυμφῶνα οὐράνιον, χαίρουσα ἀνέδραμες, ὡς παρθένος θεόληπτος, πρεσβεύουσα ὑπὲρ τῶν βοώντων· χαῖρε σεμνὴ Ὁσιομάρτυς.

Μελανής Οσίας της Ρωμαίας (31 Δεκεμβρίου)
Ήχος δ’. Ταχύ προκατάλαβε.
Τοῦ πλούτου σκορπίσασα, τὰς μυριάδας σεμνή, τὸν πλοῦτον τῆς χάριτος, δι’ ἐναρέτου ζωῆς, Ὁσία ἐπλούτησας· σὺ γὰρ δι’ ἐγκρατείας, καὶ ζωῆς ἰσαγγέλου, σκεῦος τοῦ Παρακλήτου, ἐπαξίως ἐδείχθης· διὸ σὲ μακαρίζομεν, Μελάνη θεόληπτε.