Των 7 Παίδων και της Μητρός τους, Σολομόνης (1 Αυγούστου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.
Ανακομιδή των Λειψάνων του Πρωτομάρτυρα Στέφανου (2 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων Πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ισαακίου, Δαλματού και Φαύστου Οσίων (3 Αυγούστου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν τρίστιχον χορείαν τῶν Ὅσιων τιμήσωμεν, Φαῦστον Ἰσαάκιον ἅμα, καὶ Δαλμάτιον τὸν ἔνδοξον ὡς τρίφωτος λαμπὰς γὰρ ἀρετῶν, σκεδάζουσι τὴν νύκτα τῶν παθῶν, καὶ ταὶς θείαις καταυγάζουσι δωρεαίς, τοὺς πόθω ἀνακράζοντας, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν, πάσιν ἰάματα.
Σαλώμης της Μυροφόρου (3 Αυγούστου)
Ήχος πλ. δ’
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Σαλώμη τὸ πνεῦμά σου.
Των 7 Παίδων εν Εφέσω (4 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείω Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Ευσιγνίου Μάρτυρος (5 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἔμπλεως πίστεως, τῆς πρὸς Χριστὸν εὐσεβῶς, νεάζον τὸ φρόνημα, ἔσχες ἐν γήρᾳ καλῶς, Εὐσίγνιε ἔνδοξε, ὅθεν ὁμολογήσας, τὸν Ὑπέρθεον Λόγον, ἤλεγξας θαρσαλέως, Παραβάτου τὸ θράσος, ἐντεῦθεν μετὰ Μαρτύρων, ὡς Μάρτυς δεδόξασαι.
Η Μεταμόρφωσις του Κυρίου (6 Αυγούστου)
Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Δομετίου Οσιομάρτυρος (7 Αυγούστου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν τῆς χάριτος λόγον εἰσποιησάμενος, πυρσολατρῶν τᾶς τερθρείας ἀπεποιήσω σοφῶς, τῷ Χριστῷ ἀνατεθεῖς Πάτερ Δομέτιε, καὶ ἐν ἀθλήσει ἀκλινής, ὡς ὁσίων μιμητής, ἐδείχθης Ὁσιομάρτυς, διὸ σὲ ὕμνοις τιμῶμεν, σὺν φοιτητῶν σου τὴ δυάδι σοφέ.
Αιμιλιανού Κυζικου (8 Αυγούστου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς τοῦ Λόγου εἰκόνος διαγράψας τὴν ἔλλαμψιν, Αἰμιλιανὲ Ἱεράρχα διὰ βίου ὀρθότητας, τὴν ἔνσωμον Εἰκόνα τοῦ Χριστοῦ, ἐδίδαξας τιμάσθαι εὐσεβῶς, διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν, τιμῶμεν σε κραυγάζοντες, δόξα τῷ παρασχόντι σοι Ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.
Ματθία Αποστόλου (9 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείω Πνεύματι, κεκληρωμένος, συνεπλήρωσας, τῶν Ἀποστόλων, τὴν δωδεκάριθμον φάλαγγα ἔνδοξε, μεθ’ ὧν κηρύξας τοῦ Λόγου τὴν κένωσιν, ἐθαυμαστώθης Ματθία Ἀπόστολε. Ἀλλὰ πρέσβευε, δοθήναι τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Λαυρεντίου Αρχιδιακόνου (10 Αυγούστου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, ὡς ἄνθραξ ἔφλεξας, πλάνης τὴν ἄκανθαν, Ἀρχιδιάκονε Χριστοῦ, Λαυρέντιε Ἀθλοφόρε, ὅθεν ὡς θυμίαμα, λογικὸν ὁλοκαύτωσαι, τῷ σὲ μεγαλύναντι, τῷ πυρὶ τελειούμενος, διό τούς σὲ τιμώντας θεόφρον, σκέπε ἐκ πάσης ἐπήρειας.
Αγίου Εύπλου (11 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάβαλε.
Ὡς θεῖος διάκονος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁσίως διήγαγες, τὰ πρὸς Θεὸν καὶ πιστῶς, καὶ ἤθλησας ἄριστα, σὺ γὰρ ἐν τῷ πελάγει, τῶν ποικίλων ἀγώνων, εὔπλοος ἀνεδείχθης, παμμακάριστε Εὖπλε. Καὶ νῦν πρὸς λιμένας ἠμᾶς, θείους κυβέρνησαν.
Φωτίου και Ανικήτου Μαρτύρων (12 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ συμφωνία, τὴν οἰκείωσιν, τῆς συγγενείας, δι’ ἀγώνων ἱερῶν ἐλαμπρύνατε, θεομακάριστε Μάρτυς Ἀνίκητε, σὺν τῷ Φωτίῳ φωτὸς τῷ θεράποντι. Ἀλλὰ αἰτήσασθε, δοθήναι πταισμάτων ἄφεσιν, τοὶς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.
Αποδόσεως Μεταμορφώσεως του Σωτήρος (13 Αυγούστου)
Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Προφήτου Μιχαίου (14 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ὀρὸς περίοπτον, καὶ ἐμφανὲς ἀληθῶς, προεῖδες ἐν Πνεύματι, τὴν Ἐκκλησίαν Χριστοῦ, Μιχαία θεόπνευστε, ὅθεν οἱ εὐρηκότες, ἐν αὕτῃ σωτηρίαν, βαίνουσιν ὡς προέφης, ἐν ταὶς τρίβοις Κυρίου, γεραίροντες προφῆτα, τὴν πάνσεπτον μνήμην σου.
Η Κοίμησις της Θεοτόκου (15 Αυγούστου)
Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Διομήδους Μάρτυρος (16 Αυγούστου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σωμάτων τᾶς νόσους θεραπεύων Διόμηδες, καὶ ψυχῶν τὴν ρώσιν ἐν λόγῳ, ἀληθείας ἐβράβευες, τὴν θείαν εἰληφῶς γὰρ δωρεάν, τοὶς πάσχουσι ποικίλως βοηθεῖς, καὶ Μαρτύρων ταὶς ἀκτίσι καταυγασθεῖς, σῴζεις τοὺς ἐκβοώντας σοι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
Ιωσήφ του Ησυχαστού (16 Αυγούστου)
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Τὴν ψυχὴν ἐκκαθάρας συντόνοις σκάμμασι, σκληραγωγίᾳ, νηστείᾳ, ἀδιαλείπτῳ εὐχῇ, ἀγρυπνίᾳ καὶ πεντάδος τῶν αἰσθήσεων θεοφρουρήτῳ φυλακῇ ἄρτι, μάκαρ Ἰωσήφ, ἀπῆλθες Χριστῷ συνεῖναι, Ὃν δυσωπεῖς ὑπὲρ πάντων, Ἡσυχαστά, νῦν εὐφημούντων σε.
Μύρωνος Ιερομάρτυρος (17 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον ἀλάβαστρον, τῶν ἱερῶν ἀρετῶν, πιστῶς Ἱεράτευσας, τὴ Ἐκκλησία Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, ὅθεν τὴ εὐωδία, τῶν ἐν σοῖ χαρισμάτων, Μύρων Ἱερομάρτυς, τῶν παθῶν τὸ δυσῶδες, ἀπέλασαν ἀνενδότως, ἐκ τῶν ψυχῶν ἠμῶν.
Αθανασίου Χαμακιώτη (17 Αυγούστου)
Ἦχος δ´. Ταχύ προκατάλαβε.
Τῆς Λαύρας τό καύχημα Ἀμαρουσίου φρουρόν, ποιμένα κοσμήσαντα Φανερωμένης Μονήν, πιστοί, Ἀθανάσιον, δεῦτε ἐν εὐλαβείᾳ, εὐφημήσωμεν ὕμνοις, ἴασιν νοσημάτων ἐξαιτούμενοι πίστει· οὖτος γάρ ἀνεδείχθη δοχεῖον τῆς χάριτος.
Φλώρου και Λαύρου Μαρτύρων (18 Αυγούστου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τοὶς τρόποις ἐγγυμναζόμενοι, τοῦ μαρτυρίου τὴν τρῖβον διαπεράτε καλῶς, ὡς αὐτάδελφοι κλεινοὶ Χριστὸν δοξάσαντες, ὅθεν γεραίρομεν ὑμᾶς, ὡς γενναίους Ἀθλητᾶς, Φλῶρε καὶ Λαῦρε βοῶντες. Ἀπὸ παντοίας ἀνάγκης, ρύσασθε πάντας ἠμᾶς Ἅγιοι.
Ανδρέου Μεγαλομάρτυρος του Στρατηλάτου (19 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ δυναστεία, προσενήνοχας, ὡς στρατηγέτης, τῷ Παντάνακτι στρατὸν θεοσύλλεκτον τύπος γὰρ τούτων Ἀνδρέα γενόμενος, μαρτυρικῶς σὺν αὐτοὶς ἠνδραγάθησας. Μεθ’ ὧν πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.
Σαμουήλ του Προφήτου (20 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας, δικαιοσύνης καρπός, προφαίνων τὴν μέλλουσαν, εὐεργεσίαν ἠμίν, Σαμουὴλ θεσπέσιε ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίω, ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείω μύρω. Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.
Θαδδαίου Αποστόλου (21 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἠμίν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος, διὸ τοὺς προσιόντας σοί, σκέπε ἑκάστοτε.
Αγίου Αγαθονίκου (22 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἄφθαρτων ἀγαθῶν, κατηξίωσαι τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Αποδόσεως Κοιμ. Θεοτόκου (23 Αυγούστου)
Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Οσίου Χαραλάμπους, εκ της Ιεράς Μονής Παναγίας Καλυβιανής εν Κρήτη (23 Αυγούστου)
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεράπων θερμότατος, τῆς Θεοτόκου ὀφθείς, πιστῶς καθυπούργησας, τῇ εὐδοκίᾳ αὐτῆς, Χαράλαμπες Ὅσιε. Ὅθεν τῶν σῶν λειψάνων, νῦν πλουτοῦντες τὴν θήκην, χάριν καὶ εὐλογίαν, ἐξ αὐτῆς ἀπαντλοῦμεν, δοξάζοντες τὸν Κύριον, τὸν σὲ θαυμαστώσαντα.
Ιερομάρτυρος Κοσμά του Αιτωλού (24 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.
Βαρθολομαίου και Τίτου Αποστόλων (25 Αυγούστου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Προκληθείς ουρανόθεν προς γνώσιν ένθεον, την εν σαρκί του Δεσπότου επιδημίαν εν γη, αυτοψεί εωρακώς φωτός πεπλήρωσαι, όθεν του Παύλου κοινωνός, θεηγόρος γεγονώς, την Κρήτην πάσαν πυρσεύεις, της ευσεβείας τω λόγο, Τίτε απόστολε μακάριε.
Ανδριανού και Ναταλίας Μαρτύρων (26 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Ἀναφαίρετον ὄλβον ἠγήσω, τὴν σωτήριον, πίστιν τρισμάκαρ, καταλιπῶν τὴν πατρῴαν ἀσέβειαν καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὁμοὺ σὺν Ναταλία τὴ θεόφρον
Αγίου Φανουρίου (27 Αυγούστου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ουράνιον εφύμνιον εν γή τελείται λαμπρώς, επίγειον πανήγυριν, νύν εορτάζει φαιδρώς, Αγγέλων πολίτευμα, άνωθεν υμνωδίαις ευφημούσιν τους άθλους, κάτωθεν Εκκλησία, την ουράνιον δόξαν, ην εύρες πόνοις και άθλοις, τοις σοίς Φανούριε ένδοξε
Οσίου Ποιμήν (27 Αυγούστου)
Ἦχος γ’. Θείας πίστεως.
Θείων ἔργων σου, τὴ δαδουχία, λαμπρυνόμενος, τὴ διάνοια, διακρίσεως φωστὴρ ὤφθης ἄδυτος, διασκεδάζων παθῶν τὴν σκοτόμαιναν, καὶ καταυγάζων ἠμῶν τὰ νοήματα. Ποιμὴν Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μωυσέως Αιθίοπος (28 Αυγούστου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν παθῶν καταλείψας Πάτερ τὴν Αἴγυπτον, τῶν ἀρετῶν ἐν τῷ ὄρει ἀνῆλθες πίστει θερμή, τὸν Σταυρὸν τὸν τοῦ Χριστοῦ ἄρας ἐπ’ ὤμων σου, καὶ δοξασθεῖς περιφανῶς τύπος ὤφθης Μοναστῶν, Μωσῆ Πατέρων ἀκρότης, μεθ’ ὧν ἀπαύστως δυσώπει ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Η Αποτομή της κεφαλής του Προδρόμου (29 Αυγούστου)
Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Αλεξάνδρου, Ιωάννου και Παύλου Πατριαρχών Κωνσταντινουπόλεως (30 Αυγούστου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε Ἱερέων ἀκρότης, ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.
Κατάθεσις Τιμίας Ζώνης της Θεοτόκου (31 Αυγούστου)
Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
