Απολυτίκια Σεπτεμβρίου

Των Αγίων 40 Παρθενομαρτύρων (1 Σεπτεμβρίου)
Ἀθλητῶν αἱ χορείαι, δεῦτε συνδράμετε καὶ τεσσαράκοντα κόρας μετὰ Ἀμμοὺν εὐσεβοῦς μεγαλύνατε, λαμπρῶς πανηγυρίζουσι ὅτι ἐνήθλησαν στερρῶς τῇ ἀσκήσει ἐν Χριστῷ, ῥωσθεῖσαι καὶ λαμπρυνθῆσαι πρεσβεύουσαι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
{Τα ονόματα των 40 εξ Ανδριανουπόλεως Ελληνίδων Παρθενομαρτύρων είναι τα εξής: Αδαμαντίνη, Αθηνά, Ακριβή, Αντιγόνη, Ασπασία, Αφροδίτη, Διόνη, Δωδώνη, Ελπινίκη, Ερασμία, Ερατώ, Ερμηνεία, Ευτέρπη, Θάλεια, Θεανόη, Θεανώ, Θεόνυμφη, Θεοφάνη, Καλλιρόη, Καλλίστη, Κλειώ, Κλεονίκη, Κλεοπάτρα, Κοραλλία, Λάμπρω, Μαργαρίτα, Μυριάνθη, Μελπομένη, Μόσχω, Ουρανία, Πανδώρα, Πηνελόπη, Πολύμνια, Πολυνίκη, Σαπφώ, Τερψιχόρη, Τρωάς, Χάϊδω και Χαρίκλεια}

Αρχής της Ινδίκτου (1 Σεπτεμβρίου)
Ἦχος β’.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Αγίου Μάμαντος (2 Σεπτεμβρίου)
{Προστάτης ποιμένων}
Ήχος γ’. Θείας πίστεως.
Θείον βλάστημα, Μαρτύρων πέλων, ηκολούθησας, ασχέτω πόθω, τοις ενθέοις αληθώς τούτων ίχνεσι και του Σωτήρος κηρύξας το όνομα, εθαυμαστώθης σοφέ δι’ αθλήσεως. Μάμα ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Μάμαντος Μάρτυρος, έταιρον απολυτίκιο (2 Σεπτεμβρίου)
Ἦχος δ’.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Πολύδωρου του Κυπρίου (3 Σεπτεμβρίου)
Ἦχος γ’.
Μέγα καύχημα τῆς Λευκωσίας, μέγα στήριγμα πέλεις Ἐφέσου, μέγα κλέος τε τῶν δύο πόλεων· τῆς μὲν γὰρ γόνος σεπτὸς ἐχρημάτισας, τὴν δὲ τὰ σὰ ἐπορφύρωσαν αἵματα. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πολύδωρε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.

Ανθίμου Ιερομάρτυρος (3 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς φοῖνιξ ἐξήνθισας, τὴ Ἐκκλησία Χριστοῦ, καρποὶς τοὶς τῶν λόγων σου, τῶν εὐσεβῶν τᾶς ψυχᾶς, ἐκτρέφων ἐν χάριτι ὅθεν καὶ ἐναθλήσας, Πάτερ Ἄνθιμε χαίρων, ὤφθης Ἱερομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Μωϋσέως Προφήτου (4 Σεπτεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Γνόφον ἄυλον, τεθεαμένος, νόμον ἔνθεον, πλαξὶν ἐδέξω, ὡς θεάμων μυστηρίων τοῦ Πνεύματος καὶ καταπλήξας τὴν Αἴγυπτον θαύμασι, δημαγωγὸς Ἰσραὴλ ἐχρημάτισας. Μωυσῆ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

Ζαχαρίου Προφήτου (5 Σεπτεμβρίου)
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Τὴν κλῆσιν κατάλληλον, δείξας τοὶς ἔργοις σοφέ, ταμεῖον ἐπάξιον, τῆς ἐπιπνοίας Θεοῦ, Ζαχαρία γεγένησαι, ἔχων γὰρ ἐν τῷ βίῳ, συλλαλούντας Ἀγγέλους, ὤφθης τῶν ἐσομένων, θεηγόρος Προφήτης. Καὶ νῦν ἠμῶν τᾶς αἰτήσεις, ἄνωθεν πλήρωσαν.

Ανάμνησις του εν Χωναίς Θαύματος, του Αρχαγγέλου Μιχαήλ (6 Σεπτεμβρίου)
Ἦχος δ’.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσης ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀῢλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Σώζοντος Μάρτυρος (7 Σεπτεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι’ ὄμφης οὐρανίου πιστωθεῖς πρὸς τὰ κρείττονα, τοὺς τῆς εὐσέβειας ἀγῶνας, ἄπτοητως διέδραμες, καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, ἀθλήσας Μάρτυς Σῴζων ἄνδρικως, διὰ τοῦτο διασῴζεις ἐκ πειρασμῶν, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ παρασχόντι σοὶ ἴσχυν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἔνεργουντι διὰ σοῦ πάσιν ἰάματα.

Δανιήλ του Κατουνακιώτου (7 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μετελθὼν πολιτείαν σεμνὴν ἐν Ἄθωνι, Κατουνακίων κοσμῆτορ, θεοειδὲς Δανιήλ, τὸ ἐκ πέτρας μέλι ἥδιστον παρήγαγες τῆς ψυχοτρόφου ἀρετῆς ὥσπερ μέλισσα, σοφέ, ἀκάματος· ὅθεν πάντες τῶν σῶν χαρίτων τρυγῶντες ἀπεκδεχόμεθα σὴν εὔνοιαν.

Το Γενέθλιον της Θεοτόκου (8 Σεπτεμβρίου)
Ἦχος δ’.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ιωακείμ και Άννης (9 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἡ Δυὰς ἡ ἁγία καὶ Θεοτίμητος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀνχιστεῖς, ἀνυμνείσθωσαν φαιδρῶς ᾀσμάτων κάλλεσιν οὗτοι γὰρ ἔτεκον ἠμιν, τὴν τεκοῦσαν ὑπὲρ νοῦν, τὸν ἄσαρκον βροτωθέντα, εἰς σωτηρίαν τοῦ κόσμου, μεθ” ἧς πρεσβεύουσι σωθήναι ἠμᾶς.

Μηνοδώρας, Μητροδώρας και Νυμφοδώρας Μαρτύρων (10 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν τρισάριθμον σύλλογον καὶ θεόπλοκον, τῶν αὐτάδελφων παρθένων στέψωμεν θείαις ᾠδαῖς, ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσαντο, ὅθεν προϊστάντι ἡμῶν τῶν βοώντων ἐκτενῶς, χαῖρε, σεμνὴ Μηνοδώρα, σὺν Μητροδώρα τῇ θείᾳ καὶ Νυμφοδώρα τῇ θεόφρονι.

Θεοδώρας Οσίας (11 Σεπτεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Δῶρον ἔνθεον, ἠγιασμένον, Θεῶ ἤνεγκας, τὴν βιοτήν σου, Θεοδώρα Ὁσία πανεύφημε, τῆς μετανοίας τὸ πῦρ γὰρ ἐμφαίνουσα, μέσον ἀνδρῶν φιλοσόφως διέλαμψας, ὅθεν πρέσβευε, ἀπαύστως τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Ευφροσύνου του μαγείρου (11 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ταπεινώσει καρδίας Πάτερ Εὐφρόσυνε, τῷ μαγειρείῳ προσφέρων διακονίαν τὴν σήν, ἐπληρώθης ἀληθῶς Ἁγίου Πνεύματος· ὅθεν ἐγνώρισεν ἡμῖν, τὴν σὴν δόξαν ὁ Θεός, δι’ ἱερέως ὁσίου· ἧς καὶ ἡμᾶς θεοφόρε, μετόχους δεῖξον ταῖς πρεσβείαις σου.

Αυτονόμου Ιερομάρτυρος (12 Σεπτεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐκ Δυσμῶν ἀνατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ πρὸς τὴν Ἐώαν ἐκλάμψας, ταὶς ἀκτίσι τῶν τρόπων σου, τὸν Ἥλιον τῆς δόξης Ἰησοῦν, ἐδόξασας ἀθλήσει σου στερρῆ, διὰ τοῦτο ἐδοξάσθης θεουργικῶς, Αὐτόνομε Πατὴρ ἠμῶν. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν Ἰάματα.

Κορνηλίου Εκατόνταρχου (13 Σεπτεμβρίου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις, τὸν φωτισμὸν τῆς εὐσεβείας ἐδέξω καὶ ἀποστόλων σύμπονος ἐδείχθης ἀληθῶς, τούτοις κοινωνήσας γάρ, δι” ἐνθέων καμάτων τοῦ Χριστοῦ τὴν σάρκωσιν ἀνέκραξας πᾶσι, μεθ” ὧν δυσώπει σῴζεσθαι ἡμᾶς τοὺς σὲ τιμῶντας, παμμάκαρ Κορνήλιε.

Η Παγκώσμια Ύψωσις του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)
Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ο Αγίου Κυπριανού (14 Σεπτεμβρίου)
Ήχος δ.
και τρόπων μέτοχος, και θρόνων διάδοχος των Αποστόλων γενόμενος, την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, διά τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήθλησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

Νικήτα Μάρτυρος (15 Σεπτεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Νίκην ἔστησας, κατὰ τῆς πλάνης, νίκης εἴληφας, ἄφθαρτον γέρας, ἐπαξίως Νικήτα φερώνυμε, σὺ γὰρ νικήσας ἐχθρῶν τὴν παράταξιν, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Βησσαρίωνος, Αρχιεπισκόπου Λαρίσης (15 Σεπτεμβρίου)
Ἦχος δ΄. Κανόνα πίστεως.
Τῆς Πύλης τό βλάστημα, τῆς Θεσσαλίας φωστήρ, τῆς Τρίκκης τό σέμνωμα καί τῶν θαυμάτων πηγή, ἐδείχθης τρισόλβιε. Πᾶσαν δοκιμασίαν ἐν Χριστῷ ὑπομείνας, δόξῃ ἠγλαϊσμένος σύν ἀγγέλοις ἀγάλλῃ. Ἅγιε Βησσαρίων πανάριστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Ευφημίας Μεγαλομάρτυρος (16 Σεπτεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ ἔρωτι, Λαμπρῶς ἀθλήσασα, εἰς οσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἴα νεᾶνις παγκαλῆς, καὶ Μάρτυς πεποικιλμένη, ὅθεν εἰσελήλυθας, ἐις παστάδα οὐράνιον, κόσμω διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σῴζουσα τοὺς σοὶ ἐκβοώντας, χαίροις θεόφρον Εὐφημία.

Σοφίας, Πίστεως, Ελπίδος και Αγάπης Μαρτύρων (17 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Σοφία μάρτυς σεμνὴ, καὶ προσήγαγες Χριστῷ καρπὸν ἡδύτατον τοὺς τῆς νηδύος σου βλαστούς, δι” ἀγώνων εὐαγῶν, Ἀγάπην τε καὶ Ἐλπίδα σὺν τῇ θεόφρονι Πίστει, μεθ” ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν.

Ευμενίου Επισκόπου Γορτύνης (18 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ταχὺν προμηθέα σέ, καὶ ἀρωγὸν εὐμενῆ, κεκτήμεθα Ὅσιε ὡς τοῦ Χριστοῦ μιμητήν, Εὐμένιε ἔνδοξε, σὺ γὰρ ἀναβλυστάνων, συμπαθείας τὰ ρεῖθρα, βρύεις τὴ Ἐκκλησία, Ἰαμάτων πελάγη. Ἀλλὰ καὶ τοὶς τιμώσι σέ, σκέπη γενήθητι.

Τροφίμου, Σαββατίου και Δορυμέδοντος Μαρτύρων (19 Σεπτεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ἀκαθαίρετον, Τριάδος δύναμιν, ἀνθηφορήσαντες, Μάρτυρες ἔνδοξοι, ἐναπετέματε στερρῶς, τὴν ἄκανθαν τῆς ἀπάτης, Τρόφιμε μακάριε, Ἐκκλησίας ἐντρύφημα, Σαββάτιε πάνσοφε, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ δόξα εὐσεβῶν Δορυμέδον ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Ευσταθίου Μεγαλομάρτυρος (20 Σεπτεμβρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀγρευθεῖς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τὴ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι” ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤστραψας ἐν ἄθλοις ἱεροίς, σὺν τὴ θεία σου συμβίω καὶ τοὶς υἱοίς, φαιδρύνων τοὺς βοώντας σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντι σὲ ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.

Κορδάτου Αποστόλου (21 Σεπτεμβρίου)
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Σοφίας ταῖς ἀκτῖσι φαιδρύνας σου τὸν βίον, εἵλκυσας τοῦ Πνεύματος, μάκαρ, τὴν πυρίπνοον χάριν καὶ ηὔγασας δόγματα ζωῆς, Κορδᾶτε, ὡς ἀπόστολος Χριστοῦ, διὰ τοῦτο ὡς φωστῆρα σὲ ἀπλανῆ γεραίροντες ἐκβοῶμεν, δόξα τῷ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Φωκά Ιερομάρτυρος (22 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους τοῦ Πνεύματος, ὀφθεῖς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν παρ’ αὐτοῦ δωρεάν, Φωκὰ Ἱερώτατε, ὅθεν ἱερουργήσας, τῷ Σωτήρι ὁσίως, ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Συλλήψεως Τιμίου Προδρόμου (23 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι, ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρῥησίᾳ, Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Η Πρωτομάρτυς και Οσία Θέκλα (24 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Ευφροσύνης Οσίας (25 Σεπτεμβρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς παρθένος φρόνιμη καὶ ἀδιάφθορος, κοτηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες, ὅθεν ἐν μέσω τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, ἐξέλαμψας Εὐφροσύνη, καὶ τοῦ Βελίαρ τὰ κέντρα, τὴ πολιτεία σου ἀπήμβλυνας.

Μετάστασις Αγίου Ιωάννου του Θεολόγου (26 Σεπτεμβρίου)
Ἦχος β’.
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καλλιστράτου Μάρτυρος (27 Σεπτεμβρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ Πνεύματι, περιφραξάμενος, Μάρτυς Καλλίστρατε, λαμπρῶς ἠρίστευσας, καταβολῶν τὸν δυσμενῆ, σοφία τῶν σῶν ἀγώνων ὅθεν καὶ προσήγαγες, τῷ Χριστῷ ὡς θυμίαμα, δῆμον παναοίδιμον, Ἀθλητῶν πιστευσάντων σοί, μεθ” ὧν ὑπὲρ ἠμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σὲ ἐν ὕμνοις.

Χαρίτωνος Ομολογητού (28 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χαρίτων τοῦ Πνεύματος, καταυγασθεῖς ταὶς αὐγαίς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοὶς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.

Κυριακού του Αναχωρητού (29 Σεπτεμβρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, καταλιπῶν τὰ τῆς γῆς, καὶ βίον ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, ὡς ἄσαρκος Ὅσιε, σὺ γὰρ ἐν ταὶς ἐρήμοις, προσχωρῶν θείω πόθω, σκίλλη πίκρα τὴν πάλαι, πικρᾶν γεῦσιν ἀπώσω. Διὸ Κυριακὲ θεοφόρε, ἀξίως δεδόξασαι.

Γρηγορίου Ιερομάρτυρος (30 Σεπτεμβρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ γεωργία, ἐνεούργησας, βροτῶν καρδίας, κατασπείρας τὴν τοῦ Λόγου ἐπίγνωσιν, καὶ λαμπρυνθεῖς μαρτυρίου τοὶς στίγμασιν, ἱεραρχία Γρηγόριε ἔφανας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.