Απολυτίκια Μαΐου

Ιερεμίου Προφήτου (1 Μαΐου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐκ γαστρὸς ἠγιάσθης τὴ προγνώσει τοῦ Κτίσαντος, καὶ προφητικῆς ἐπληρώθης ἐκ σπαργάνων συνέσεως, ἐθρήνησας τὴν πτῶσιν Ἰσραήλ, σοφὲ Ἱερεμία ἐν στοργῇ, διὰ τοῦτο ὡς Προφήτην καὶ Ἀθλητήν, τιμῶμεν σὲ κραυγάζοντες, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγούντι διὰ σοῦ, ἠμὶν τὰ κρείττονα.

Ανακομιδής Λειψάνων Αγ. Αθανασίου (2 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.

Οσίας Ματρώνας εκ Ρωσίας, της αομμάτου (2 Μαΐου)
Ἦχος πλ. α’.
Ἀδιάσειστον στῦλον Ῥωσίας ὄγδοον, τὴν στερουμένην ὀμμάτων ἐκ γενετῆς, εὐλαβῶς ἀνυμνήσωμεν Ματρώναν τὴν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν καὶ ἀγάπης ἀκραιφνοῦς πρὸς πάντας ἐμπεριστάτους βοῶντες σκέδασον ζόφον παθῶν ἡμῶν φωτὶ σῆς χάριτος.

Τιμοθέου και Μαύρας (3 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τιμόθεον σήμερον σὺν τῇ συνάθλῳ πιστοί, συζύγῳ τιμήσωμεν, Μαύρᾳ τῇ νύμφῃ Χριστοῦ, τὴν τούτων γεραίροντες, εὔτολμον καρτερίαν. Οὗτοι γὰρ σταυρωθέντες, ἴχνεσι τοῦ σφαγέντος, ἠκολούθησαν πόθῳ, καὶ πάντων τὰς ἁμαρτίας, Σταυρῷ προσηλώσαντος.

Αγίας Ξενίας της Μεγαλομάρτυρος και θαυματουργής (3 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βαφαῖς τῶν αἱμάτων σου φαιδρὰν στολὴν σε αυτῇ, Ξενία ἐπέχρωσας, παρισταμένη Χριστῷ ὡς νύμφη πανάσπιλος, εἴληφας δὲ τὴν χάριν, μαγγανείας τοῦ λύειν, δαίμονας ἐκδιώκειν, καὶ τὰς νόσους ἰᾶσθαι· διὸ ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αγίας Πελαγίας (4 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ ἐπιγνώσει, ζόφον ἔλιπες, τῆς ἀγνωσίας, Πελαγία Χριστοῦ, καλλιπάρθενε. Οὐ τὴν ἀείζωον δρόσον πλουτήσασα, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος

Ειρήνης Μεγαλομάρτυρος (5 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.

Αγίου Εφραίμ του Μεγαλομάρτυρος (5 Μαΐου)
Ηχος α΄. Της ερήμου πολίτης.
Εν όρει των Αμώμων ώσπερ ήλιος έλαμψας, και μαρτυρικώς, θεοφόρε, προς θεόν εξεδήμησας, βαρβάρων υποστάς επιδρομάς, Εφραίμ Μεγαλομάρτυς του Χριστού, δια τούτο αναβλύζεις χάριν αεί, τοις ευλαβώς βοώσι σοι, δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

Σεραφείμ του Οσίου (6 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Βοιωτίας, ἔμπνουν ὄργανον, τῆς ἐγκράτειας, ἀνεδείχθης Σεραφεὶμ ἀξιάγαστε, σὺ γὰρ Ὅσιων βαδίσας τοὶς ἴχνεσιν, ἀρτιφανῶς ἐν τῷ κόσμῳ ἐξέλαμψας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Οσίας Σοφίας της εν Κλεισούρας ασκήσασας (6 Μαΐου)
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφίας γέγονας, μῆτερ ἀοίδημε, Σοφία, σέμνωμα, τῆς Θεομήτορος, ἐν τὴ Μονὴ ἀσκητικῶς τὸν βίον σου διελθοῦσα, ὅθεν καὶ ἀπείληφας τῶν καμάτων σου ἔπαινον, κατατραυματίσασσα τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πρέσβειρα Χριστῷ παρεστώσα, μὴ ἐπιλάθου τῶν πόθω τιμώντων σέ.

Του εν τω ουρανώ φανέντος Τιμίου Σταυρού (7 Μαΐου)
Ἦχος πλ. δ’.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον ἔσωσεν, ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον μακάριον.

Ιωάννου του Θεολόγου (8 Μαΐου)
Ήχος β΄.
Απόστολε Χριστώ τω Θεώ ηγαπημένε, επιτάχυνον ρύσαι λαόν αναπολόγητον, δέχεται σε προσπίπτοντα, ό επιπεσόντα τω στήθει καταδεξάμενος, όν σέ ικέτευε Θεολόγε, και επίμονον νέφος εθνών διασκεδάσαι, αιτούμενος ημίν ειρήνην, και το μέγα έλεος.

Οσίου Αρσενίου του Μέγα (8 Μαΐου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.

Χριστοφόρου Μεγαλομάρτυρος (9 Μαΐου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῆ τρισαγίῳ, καὶ φρικτῇ μελωδίᾳ, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου.

Νικολάου του εν Βουνένοις (9 Μαΐου)
Ἦχος δ’. Ὡς τῶν αἰχμαλώτων.
Ως τῶν νοσούντων ὁ ἄμισθος ἰατρός, καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητος βοηθός, θλιβομένων τε θερμὸς ὑπερασπιστής, καὶ τῶν ἐν παντοίαις ἀνάγκαις ὑπέρμαχος, Ὁσιομάρτυς ἐξ ἑῴας Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ιερωνύμου του Σιμωνοπετρίτου (9 Μαΐου)
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἐν Ἄθῳ πατέρων τὸ ἐγκαλλώπισμα, καὶ τοῦ σεπτοῦ κοινοβίου, Σίμωνος Πέτρας βλαστός, ἀνεδείχθης ἐπ’ ἐσχάτων Ἱερώνυμε, σὺ γὰρ ἀνῖσχες ὡς φωστήρ, ἐν τῷ ἄστει Ἀθηνῶν, φωτίζων πιστῶν τὰ πλήθη· καὶ νῦν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Σίμωνος του Ζηλωτού (10 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Ζῆλος ἔνθεος, καταλαβῶν σε, τοῦ γνωσθέντος σοι, σαρκὸς ἐν εἴδει, ζηλωτὴν ἐν Ἀποστόλοις ἀνέδειξε καὶ τοῦ Δεσπότου ζηλώσας τὸν θάνατον, διὰ Σταυροῦ πρὸς αὐτὸν ἐξεδήμησας, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Κυρίλλου και Μεθοδίου, των Φωτιστών των Σλάβων (11 Μαΐου)
Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.
Τῶν Ἀποστόλων εἰσδεξάμενοι τὴν ἔλλαμψιν, τῶν Σλάβων ὤφθητε φωστῆρες καὶ διδάσκαλοι, τὸν τῆς χάριτος κηρύξαντες πάσι λόγον. Ἀλλὰ ὢ Κύριλλε παμμάκαρ καὶ Μεθόδιε πάσης βλάβης ἐκλυτρώσασθε καὶ θλίψεως τοὺς κραυγάζοντας, χαίροις ζεῦγος μακάριον.

Αγ. Μώκιου (11 Μαΐου)
Ἦχος α’. Χορὸς Ἀγγελικός.
Χριστῷ ἱερουργῶν, ἱερεὺς ὢν τῆς δόξης, θυσίαν λογικήν, καὶ ὁλόκληρον θῦμα, ἀθλήσεως ἄνθραξι, σεαυτὸν προαενήνοχας, ὅθεν Μώκιε, διπλῶ στεφάνω σὲ στέφει, ὁ δοξάσας σε, ὡς δοξασθεῖς σοῦ τοὶς ἄθλοις, Χριστὸς ὁ φιλάνθρωπος.

Επιφανίου Επισκόπου Κύπρου (12 Μαΐου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοὺς διττοὺς ὑποφήτας τῆς ἄναρχου θεότητας, τῶν θεοτυπώτων δογμάτων, τοὺς πανσόφους ἐκφάντορας, σὺν τῷ Ἐπιφανίῳ τῷ κλεινῷ, ὑμνήσωμεν τὸν θεῖον Γερμανῶν ὡς λαμπροὶ γὰρ τῶν ἀρρήτων μυσταγωγοί, πυρσεύουσι τοὺς κράζοντας δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιούντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.

Γλυκερίας Οσίας (13 Μαΐου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν, τὴν ἀριστεύσασαν πόνοις ἀθλήσεως, καὶ ἀσθένεια τῆς σαρκός, τὸν ὄφιν καταβαλοῦσαν πόθω γὰρ τοῦ Κτίσαντος, τῶν βασάνων τὴν ἕφοδον, παρ’ οὐδὲν ἠγήσατο, καὶ θεόθεν δεδόξασται πρὸς ἣν ἀναβοήσωμεν πάντες, χαίροις θεόφρον Γλυκερία.

Ισιδώρου Οσίου (14 Μαΐου)
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, τῶν ἐπιγείων τὴν στρατείαν ἀπώσω, καὶ εὐθαρσῶς ἐκήρυξας Χριστὸν τὸν Θεὸν· ὅθεν τὸν ἀγῶνά σου, τὸν καλὸν ἐκτελέσας, Μάρτυς θεοδόξαστος, τοῦ Σωτῆρος ἐδείχθης ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας, παμμάκαρ Ἰσίδωρε.

Αχιλλίου Αρχιεπισκόπου Λαρίσης (15 Μαΐου)
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Θεσσαλία, σὲ ἀκοίμητον, φρουρῶν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασαν, Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν

Παχωμίου του Μέγα (15 Μαΐου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀγελάρχης ἐδείχθης τοῦ Ἀρχιποιμένος, Μοναστῶν τᾶς ἀγέλας Πάτερ Παχώμιε, πρὸς τὴν μάνδραν ὁδηγῶν τὴν ἐπουράνιον, καὶ τὸ πρέπον ἀσκηταίς, ἐκεῖθεν σχῆμα μυηθεῖς, καὶ τοῦτο πάλιν μυήσας, νῦν δὲ σὺν τούτοις ἀγάλλη, καὶ συγχορεύεις ἐν οὐρανίαις σκηναίς.

Οσίας Καλής (15 Μαΐου)
Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.
Ὡς τῆς παρθενίας κάλλος θαυμαστὸν καὶ τῶν πεινώντων διατροφή, θεραπεία ἀσθενῶν, τῶν Ὁσίων ἀγλάϊσμα, τῆς εὐποιΐας κανὼν, Καλὴ θαυματόβρυτε, πρέσβευε Χριστῷ τὰ καλὰ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Θεωδόρου του Ηγιασμένου (16 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Δῶρον πέφηνας, ἁγιωσύνης, τὸν πανάγιον, δοξάσας Λόγον, ἠγιασμένε θεόφρον Θεόδωρε, ὅθεν βλυστάνεις ἐκ θείας χρηστότητας, ἁγιασμὸν ἀληθῆ τοὶς βοώσι σοι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Ανδρονίκου και Ιουνίας των Αποστόλων (17 Μαΐου)
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ. (ψάλεται ως κάθισμα)
Δυὰς φωτοειδής, ἱερῶν Ἀποστόλων, καὶ κήρυκες Χριστοῦ, ἀνεδείχθητε κόσμω, τοὶς πάσι κατασπείραντες, τὸ τῆς χάριτος κήρυγμα, ὅθεν σήμερον, ἠμᾶς πιστῶς εὐφημοῦμεν, ὢ Ἀνδρόνικε, καὶ Ἰουνία θεόφρον, Χριστὸν μεγαλύνοντες.

Αγ. Παυλίνου και Βενεδίμου (18 Μαΐου)
Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῶν ἀθλοφόρων τὸν ὀκτάριθμον δῆμον, μαρτυρικοὶς ἐγκωμιάσωμεν ὕμνοις, Παυλῖνον Διονύσιον καὶ Πέτρον ὁμοῦ, Ἀνδρέαν καὶ Βενέδιμον, τὸν θεόφρονα Παῦλον, Ἡράκλειον τὸν ἔνδοξον, καὶ Χριστίναν τὴν θείαν οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, ὑπὲρ τοῦ κόσμου. Χριστῷ τῷ θεῷ ἠμῶν.

Αγίου Μελετίου Επισκόπου Κίτρους, Νεοϊερομάρτυρος και Εθνομάρτυρος (18 Μαΐου)
Ήχος γ΄. Θείας Πίστεως.
Χαίρει ἔχουσα, ἡ Πιερία, Ἱερόαθλον λαμπρὸν ποιμένα, τὸν ἐπίσκοπον Κίτρους Μελέτιον, Ὑπὲρ Χριστοῦ γὰρ τὸ αἷμα ἐξέχεε Θεσσαλονίκης φοινίξας τὸ ἔδαφος· διὸ ἅπαντες, τιμῶμεν αὐτὸν ἐν ἄσμασι, Αὐτοῦ ἐξιστοροῦνες τὰ θαυμάσια.

Πατρικίου και των Συν Αυτώ (19 Μαΐου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Τετράς θεοφόρητος, Ἱεραρχῶν ἱερῶν, Τριάδα τὴν ἂκτιστον, κατ’ ἐναντίον ἐχθρῶν, πανσόφως ἐκήρυξε, Πατρίκιος ὁ τῆς Προύσης, θεηγόρος ποιμάντωρ, Ἀκάκιος σὺν Μενάνδρῳ, καὶ Πολύαινος ἃμα, διὸ καὶ ὡς ἀθλήσαντες, δόξης ἠξιώθησαν.

Ιωάννη Ιερομάρτυρος της Σάντα Κρουζ (Καλιφόρνια) (19 Μαΐου)
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νέου Κόσμου τό φέγγος καί τῆς Ἄνδρου τό βλάστημα, Ἱερομαρτύρων τήν δόξαν, Ἰωάννην τιμήσωμεν. Σφαγείς γάρ τῷ Ναῷ ὑπέρ Χριστοῦ, ἀρτίως καταυγάζει Σάντα Κρούζ, καί συνάγει Ὀρθοδόξους, ἁπανταχόθεν ἀνακράζοντας: δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ σέ προστάτην θαυμαστόν, τοῖς ἔθνεσιν δείξαντι.

Αγίας Λυδίας της Φιλιππισίας (20 Μαΐου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν Θεὸν σεβόμενη διανοίας εὐθύτητι, τὸ τῆς χάριτος φέγγος διὰ Παύλου εἴσδεδεξαι, καὶ πρώτη ἐν Φιλίπποις τῷ Χριστῷ, ἔπιστευσας θεόφρον πανοικεῖ, διὰ τοῦτο σὲ τιμῶμεν ἀσματικῶς, Λυδία Φιλιππησία. Δόξα τῷ εὔδοκησαντι ἐν σοῖ, δόξα τῷ σὲ καταυγάσαντι, δόξα τῷ χορηγούντι διὰ σοῦ, ἠμὶν τὰ κρείττονα.

Αγίων Κωνσταντίνου και Ελένης (21 Μαΐου)
Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρὶ σου παρέθετο· ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Βασιλίσκου Μάρτυρος (22 Μαΐου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς βασίλειον δῶρον καὶ θῦμα ἅγιον, τῷ Βασιλεῖ τῶν αἰώνων καὶ ἀθλοθέτῃ Θεῷ, δι’ ἀθλήσεως στερρᾶς προσήχθης ἔνδοξε· σὺ γὰρ τὴν πλάνην καθελὼν, στρατιώτης εὐκλεὴς, πανεύφημε Βασιλίσκε, τῆς ἀληθείας ἐδείχθης, Χριστῷ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

Μιχαήλ Ομολογητού (23 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεῷ ἀναθεμένος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε, ὅθεν τόν τοῦ Δεσπότου, χαρακτήρα τιμήσας, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης καὶ νῦν ἀναπηγάζεις ἡμῖν, ῥεῖθρα ἰάσεων..

Αγίου Ευμενίου του Νέου (23 Μαΐου)
Ήχος α’. Του Λίθου σφραγισθέντος.
Νήσου Κρήτης τον γόνον, Αθηναίων το καύχημα, των λεπρών υπηρέτη, λειτουργόν μέγαν άριστον, Ευμένιον τιμήσωμεν πιστοί, Νικηφόρου θείου μαθητήν, τον παρέχοντα ιάσεις παντοδάπας, τοις ευλαβώς κραυγάζουσιν, δόξα τω δεδωκώτι σοι ισχύον, δόξα τω σε στεφανόσαντι, δόξα τον εν εσχάτοις τοις καιροίς σε αγιάσαντι.

Οσίου Συμεών του Στυλίτου (24 Μαΐου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς ἀείφωτος λύχνος δωρεῶν τῆς ἀσκήσεως, ἐν τῷ Θαυμαστῷ Πάτερ Ὄρει, διαπρέψας ἀνέλαμψας, καὶ κλίμακα ἐκ γῆς, πρὸς οὐρανὸν, τὸν στῦλόν σου ὑπέθου ἀληθῶς, Συμεὼν θαυματοφόρε τοῖς εὐσεβῶς, προστρέχουσι τῇ Μάνδρᾳ σου. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Γ’ Εύρεσης της Τιμίας Κεφαλής του Προδρόμου (25 Μαΐου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὒρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

Κάρπου Αποστόλου (26 Μαΐου)
Ἦχος γ’. Θείας Πίστεως.
Θείας χάριτος, τῇ κοινωνίᾳ, ἐκοινώνησας, δεσμῶν τῷ Παύλῳ, θεομακάριστε Κάρπε Ἀπόστολε, καὶ κοινωνοὺς θείας δόξης ἀνέδειξας, τοὺς δεξαμένους τὸ φέγγος τῶν λόγων σου. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ιωάννου του Ρώσου (27 Μαΐου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσία ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ὠκειώθης τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ευτυχούς Ιερομάρτυρος (28 Μαΐου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς εὐτυχήσας ἀρετῶν ταῖς ἰδέαις, τῆς τῶν Μαρτύρων εὐκληρίας μετέσχες, Ἱερομάρτυς ἔνδοξε παμμάκαρ Εὐτυχές· σὺ γὰρ τῷ Θεῷ ἡμῶν, καθαρῶς ὑπουργήσας, αἵμασιν ἐφοίνιξας, τὴν ἁγίαν στολήν σου· μεθ’ ἧς Χριστῷ καὶ νῦν ἱερουργῶν, ἀεὶ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοδοσίας Μάρτυρος (29 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν, ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή, τῷ Λόγῳ προσήγαγες· ὅθεν πρὸς ἀθανάτους, μεταστᾶσα νυμφῶνας, πρέσβευε Ἀθληφόρε, τῷ Δεσπότῃ τῶν ὅλων, ῥυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς συμπτώσεων.

Οσίας Υπομονής (29 Μαΐου)
Ήχος πλ. α’. Τον συνάναρχον Λόγον.
Την κλεινήν βασιλίδα έγκωμιάοωμεν, Υπομονήν την οσίαν, περιστεράν ευλαβή εκ του κόσμου πετασθείσαν της συγχύσεως προς τας σκηνάς του ουρανού εν αγάπη ακλινεί, ασκήσει και ταπεινώσει βοώντες, θραύσον, λιταίς σου ἡμών δεσμούς ανόμους, άνασσα.

Ισαακίου Ομολογητού (30 Μαΐου)
Ἦχος γ’. Θείας πίστεως.
Τύπος πέφηνας, τῆς ἐγκρατείας, καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας, Ἰσαάκιε Πατέρων ἀγλάϊσμα ἐν ἀρεταῖς γὰρ φαιδρύνας τὸν βίον σου, Ὀρθοδοξίας τὸν λόγον ἐτράνωσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαο ἡμῖν τὸ μέγα ἔλεος.

Ερμείου Μάρτυρος (31 Μαΐου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ στρατευσάμενος, τῷ Βασιλεῖ τοῦ παντός, γενναίως διέκοψας, τὰς παρατάξεις ἐχθρῶν. Ἑρμεία πανένδοξε σὺ γὰρ ἐγκαρτερήσας, πολυτρόποις αἰκίαις, ἤθλησας ἐν τῷ γήρᾳ, ὡς τοῦ Λόγου ὁπλίτης, ὧ πρέσβευε Ἀθλοφόρε, σώζεσθαι ἅπαντας