Παρασκευή Εσπέρας

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Χάριτός σου, ἀγαθή, τὴν ταπεινήν μου πλῆσον καρδίαν, ὅπως σοι χαρᾶς ἐκβοήσω φωνήν, ἀνύμφευτε Κόρη, χαῖρε Μήτηρ τῆς ζωῆς, χαῖρε ἀγγέλων καύχημα.

Χαῖρε πύλη νοητή, χαῖρε ἡ στήλη τῆς παρθενίας, χαῖρε ἡ τὸ φῶς ἀποῤῥήτως ἡμῖν πηγάσασα, Κόρη, τοῖς εἰδόσι σε Θεοῦ παναληθῆ λοχεύτριαν.

Χαῖρε γέφυρα θνητοὺς ζωὴν πρὸς θείαν μεταγαγοῦσα, χαῖρε ἡ ἐλπὶς καὶ χαρὰ τῶν πιστῶν, Πανύμνητε Κόρη, χαῖρε θρόνε τοῦ Θεοῦ, χαῖρε Μαρτύρων στέφανε.

Μὴ παρίδῃς, ἀγαθή, διεφθαρμένον ἐν ἀνομίαις, ὅλον ἐναγῆ ταῖς πικραῖς ἡδοναῖς γενόμενον, Κόρη, ἀλλὰ ῥύπου με παντὸς ἀπόπλυνον καὶ σῶσόν με.

ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Χαῖρε ζωῆς ἄσυλον ταμεῖον μόνη εὐλογημένη, χαῖρε τίμιον διάδημα βασιλέων, χαῖρε οἰκουμένης τὸ καύχημα.

Χαῖρε χαρᾶς ἄχραντον δοχεῖον, μόνη Θεοκυῆτορ, χαῖρε καύχημα σεβάσμιον ἱερέων, χαῖρε Ἀποστόλων τὸ κήρυγμα.

Χαῖρε χρυσοῦν οἴκημα Θεοῦ τοῦ Λόγου δεδοξασμένη, χαῖρε καύχημα παγκόσμιον πιστῶν, χαῖρε ἄκουσμα καὶ λάλημα τίμιον.

Ἐκύησας, ἄχραντε, τὸν κτίστην πάντων καὶ εὐεργέτην, ὃν ἱλέωσαι, Πανάμωμε, τοῦ τυχεῖν με δόξης τῆς ἐκεῖ καὶ λαμπρότητος.

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Χαῖρε πιότατον ὄρος, ἐν ᾧ περ κατεσκήνωσεν ὁ πάντων κτίστης, χαῖρε φῶς τὸ ἐκ φωτὸς κυήσασα, τὸ φωτίσαν οἰκουμένην ἅπασαν, ἀκήρατε χαῖρε Παρθένε, τῆς βασιλείας τὸ τεῖχος τὸ ἀπόρθητον.

Χαρᾶς ἀφράστου δοχεῖον, χαῖρε ἁγνή, ὁλόφωτε, εὐλογημένη, τὸ τοῦ κόσμου χαῖρε καταφύγιον, τῶν πταισμάτων χαῖρε ἱλαστήριον· Παντάνασσα χαῖρε Μαρία, τῆς Ἐκκλησίας ὁ πύργος ὁ ἀσάλευτος.

Ἑπτάφωτόν σε λυχνίαν τὸ πῦρ τῆς θεογνωσίας φέρουσαν, Κόρη, ὁ προφήτης πάλαι προεώρακε φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε, τῆς ἀγνωσίας· διὸ βοῶ σοι, φώτισόν με τὸν δοῦλόν σου.

Τὴν ποίμνην σου, Θεοτόκε, νῦν κινδυνεύουσαν, Παρθένε, σῶσον· ἔχεις γὰρ τὸ θέλειν καὶ τὸ δύνασθαι ὡς τῶν πάντων Ἄνακτα κυήσασα· καὶ ῥῦσαι φθορέων ἀνθρώπων καὶ κακοτρόπων ὡς ἀγαθὴ τοὺς δούλους σου.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Χαῖρε πάσης Ἄνασσα τῆς κτίσεως, χαῖρε Πανάμωμε, χαῖρε πάντων ἡ ἐλπὶς τῶν εἰς σὲ προστρεχόντων, χαῖρε πηγὴ καθαρὰ τοῦ ἀκενώτου ῥείθρου.

Χαῖρε φωτεινότατον παλάτιον, ἄχραντε Δέσποινα, τοῦ τὰ πάντα τῇ χειρὶ κατέχοντος ἀῤῥήτως, χαῖρε ὁσίων στολὴ καὶ τῶν Μαρτύρων κλέος.

Χαῖρε στῦλε πύρινε μετάγουσα, Κόρη Πανύμνητε, Ἰσραὴλ τὸν νοητὸν εἰς θείας καταπαύσεις, χαῖρε ἀδύτου φωτὸς νεφέλη, Θεομῆτορ.

Σῶσόν με τὸν δείλαιον, Πανάμωμε, χαλεπαῖς μάστιξι καὶ ποικίλαις συμφοραῖς κρατούμενον διόλου, καὶ μὴ ἐάσῃς, ἁγνή, εἰς τέλος κινδυνεύειν.

ᾨδὴ ς΄. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου.
Χαῖρε πηγὴ ἀειζώου νάματος, χαῖρε νεφέλη φωτεινή, χαῖρε θεία σκέπη τῶν πίστει σε τιμώντων, χαῖρε τίμιον ᾆσμα τῶν Ἀσωμάτων.

Χαῖρε λαμπρὸν τῆς χάριτος γνώρισμα, χαῖρε Παράδεισε τρυφῆς· χαῖρε ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον, χαῖρε πρόξενε τῆς ἡμῶν σωτηρίας.

Χαῖρε παντὸς τοῦ κόσμου ἐξίλασμα, χαῖρε βροτῶν πρὸς τὸν Θεὸν παῤῥησία μόνη, Παρθένε Θεοτόκε, χαῖρε πάγχρυσον δοχεῖον τοῦ Ὑψίστου.

Ἐν πειρασμοῖς γινώσκω προστάτιν σε καὶ ἐν ταῖς νόσοις ἰατρόν, ἐν ταῖς τρικυμίαις γαλήνιον λιμένα καὶ ἐν θλίψεσι χαρὰν καὶ εὐφροσύνην.

Κάθισμα αὐτόμελον.
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ χαῖρε καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάῤῥα ἐν τῇ σκηνῇ, ἀλλ’ οὕτως ἔλεγεν· ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

ᾨδὴ ζ΄. Ἡμάρτομεν ἠνομήσαμεν.
Χαῖρε ναὲ θεοκόσμητε, χαῖρε ἔμψυχον τοῦ βασιλέως τέμενος, θεοδόξαστε Κόρη, χαῖρε ἄγκυρα τῆς πίστεως, ἄχραντε· χαῖρε κάλλος πολύευκτον, πανύμνητε, χαῖρε ἡ πάντων ἐλπίς.

Χαῖρε πιστῶν ἐγκαλλώπισμα, παντευλόγητε Θεοκυῆτορ, χαῖρε τὸ περιβόητον θαῦμα καὶ περίδοξον Ἀγγέλων καὶ στήριγμα τῶν βροτῶν κραταιότατον, ἀνύμφευτε, χαῖρε ἡ πάντων χαρά.

Χαῖρε αὐγὴ ἡ τὸν ἥλιον ἀνατείλασα παντὶ τῷ κόσμῳ, χαῖρε τῆς ἀχωρήτου οὐσίας καταγώγιον φαιδρὸν καὶ παράδοξον· χαῖρε ἔμψυχε τράπεζα βαστάζουσα, Πάναγνε, ἄρτον ζωῆς.

Θαυμάστωσον τὰ ἐλέη σου τῷ ἱκέτῃ σου, Θεογεννῆτορ, τῇ σκέπῃ με σκέπασον τῆς θείας πρεσβείας σου, καὶ φύλαξον ὡς κόρην ὀφθαλμοῦ καὶ διάσωσον ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ τὸν πεποιθότα εἰς σέ.

ᾨδὴ η΄. Ὃν στρατιαί.
Ἱερωτάταις φωναῖς σε, ἄχραντε, γεραίρομεν οἱ πιστοὶ σὺν τῷ Γαβριὴλ κράζοντες ἀσιγήτως· χαῖρε Κυρίου Μήτηρ, χαῖρε προστασία τῶν καταπονουμένων.

Ὡς ἀληθῶς ὑπερτέρα πέφυκας πάντων κτισμάτων, σεμνή, ὡς τὸν Ποιητὴν τούτων ἀποτεκοῦσα· διὸ γεγηθότες κράζομεν ἀπαύστως τὸ χαῖρέ σοι εὐλογημένη.

Ἀπὸ πασῶν συμφορῶν καὶ θλίψεων, ἀπὸ παντὸς πειρασμοῦ, νόσου καὶ ὀργῆς λύτρωσαι τὸν τὴν θείαν θερμῶς ἐπιζητοῦντα σκέπην σου, Παρθένε, ὅπως ὑμνῶ σε εὐχαρίστως.

Νέφος πολλῶν ἐκύκλωσεν, ἄσπιλε, σφαλμάτων μου τὴν ψυχήν, ἀλλ’ ὡς ἀγαθὴ σῶσόν με ἡ τεκοῦσα Θεόν τε καὶ Σωτῆρα καὶ τῆς αἰωνίου κολάσεώς με ῥῦσαι.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Νέον με ἀπέργασαι τοῖς πταίσμασι γηράσαντα, Θεοκυῆτορ, φωνὴν ὅπως λέξω σοι χαρμόσυνον, Δέσποινα, μετὰ τοῦ Ἀρχαγγέλου· χαῖρε ἡ λύσις τῆς ἀρᾶς, χαῖρε πάντων προστασία τῶν τιμώντων σε, Πανύμνητε.

Ἡ θείως πατήσασα τὴν τῆς ἀπάτης κάμινον χαῖρε, Παρθένε, δι’ ἧς τὰ οὐράνια τῇ γῇ συναγάλλονται, χαῖρε ἡ κεκλεισμένην ἡμῖν ἀνοίξασα τὴν Ἐδέμ, χαῖρε πάσης οἰκουμένης ἀγαλλίαμα καὶ καύχημα.

Σύ μου καταστόρεσον τῶν πειρασμῶν τὸν κλύδωνα, σὺ τῶν πταισμάτων τὴν ἄβυσσον ξήρανον, τῶν νῦν συνεχόντων με καὶ πρὸς βυθὸν ἑλκόντων τῆς ἀπωλείας, ἀγαθή· πλήν σου ἄλλην γὰρ οὐκ ἔχω προστασίαν ὁ πανάθλιος.

Θεόνυμφε Δέσποινα, Ἀγγέλων ἀγαλλίαμα, ἁγίων δόξα, σὺν τούτοις ἱκέτευε εὑρεῖν ἡμᾶς ἔλεος καὶ λύσιν ὀφλημάτων καὶ ἐνισχῦσαι πάντας καλῶς τῆς ζωῆς ἡμῶν τὸν δρόμον ἐκτελέσαι θεῖα πράττοντας.

Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε Παντοκράτορος Θεοῦ δοχεῖον, Παρθένε, χαῖρε ἄστρον ἄδυτον, χαῖρε πολυώνυμε, χαῖρε πάνσεμνε ἡ τὸ φῶς τέξασα τοῖς ἐν γῇ, ἄμωμε, καὶ τὰ πάντα καταυγάσασα, χαῖρε παλάτιον ἔμψυχον τοῦ πάντων δεσπόζοντος· χαῖρε της Εὔας λύτρωσις καὶ τοῦ πρωτοπλάστου ἀνόρθωσις· χαῖρε Θεοτόκε, κραταίωμα καὶ σκέπη τῶν πιστῶν, χαῖρε βροτῶν ἡ ἀνάκλησις, χαῖρε ἀπειρόγαμε.

Χαῖρε ἀειπάρθενε παμφαεστάτη σελήνη, ἡ τὸ φῶς λαμβάνουσα ἐξ ἡλίου, Πάναγνε, τοῦ φωτίζοντος νοητῶς ἅπασαν διὰ σοῦ τὴν κτίσιν καὶ τὸ σκότος ἐκδιώκοντος, χαῖρε ἡ καύσωνος καὶ δικαιοσύνης ἀκρότητα, ζυγοῦ τε καὶ τοῦ λέοντος, ὥσπερ τῆς Παρθένου τὸ ζῴδιον τῇ σῇ μεσιτείᾳ κεράσασα, Πανύμνητε ἡμῖν, καὶ τὴν ὀργὴν ἐκμειλίσσουσα Θεοῦ Παντοκράτορος.

Χαῖρε ἐγκαλλώπισμα παντὸς ὑπέρτερον κάλλους, χαῖρε σεμνὸν δώρημα τιμῆς πάσης ἄχραντε, ὑψηλότερον· ἀστέκτου Θεότητος ὅλης τὸ δοχεῖον, σωτηρία μου, Πανύμνητε, παρηγορία μου, ζωή, φῶς, ἐλπίς, θυμηδία μου, πνοή μου, προστασία μου, μεσῖτις, γαλήνη καὶ καύχημα, ὕμνος καὶ χαρά μου, τροφή μου, βοηθὸς καὶ φωτισμός, ἁγιασμὸς καὶ λαμπρότης μου, δόξα καὶ ἐπίσκεψις.

Στῆσόν μου, Πανάχραντε, τὰς τῶν παθῶν διεκχύσεις, καὶ ῥοὰς ἀνάστειλον τὰς τῆς ἁμαρτίας μου καὶ χειμάῤῥους μου τῶν παθῶν ξήρανον· ἱκετεύω γάρ σε καὶ προσπίπτω καὶ κραυγάζω σοι, σύντριψον, Δέσποινα, τὴν πεπωρωμένην καρδίαν μου πηγάς μοι κατανύξεως καὶ δακρύων ὄμβρους παρέχουσα, ἵνα τάς τε χεῖρας καὶ ὅλον μου τὸ σῶμα ῥυπωθὲν τούτοις ἐκπλύνας τὸ ἔλεος Θεοῦ ἐπισπάσωμαι.