Πέμπτη Εσπέρας

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΥΛΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΑΜΟΡΙΟΥ,

οὗ ἡ ἀκροστιχίς: «Δός μοι, Παρθένε, δάκρυα μετανοίας».

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Δέσποινα, θρῆνον προσδέχου ἐκ ῥυπαρᾶς καρδίας, Πανάμωμε, καὶ χειλέων ἐναγῶν καὶ ἐκ ῥύπου πλῦνόν με παθῶν καὶ πταισμάτων χαλεπῶν, ἵνα δοξάζω σε.

Ὄμβρους δακρύων μοι δίδου σαῖς προσευχαῖς, Παναγία Δέσποινα, ὅπως κλαύσωμαι θερμῶς ἅπερ ἐπλημμέλησα ἐν γῇ καὶ ῥυσθῶ ἀναμενούσης με κολάσεως.

Στέναξον, κλαῦσον, ψυχή μου, καὶ σεαυτὴν ἀπεντεῦθεν πένθησον ἐκβοῶσα τῷ Χριστῷ, σῆς Μητρὸς οἰκτίρμον ταῖς λιταῖς τὸν ὑπεύθυνον φρικτῆς ῥῦσαι γεέννης με.

Μή μου τὸν θρῆνον ἀπώσῃ ἡ τὴν πηγὴν τοῦ ἐλέους τέξασα, ἀλλ’ εὐσπλάγχνως, ἀγαθή, σῷ ἱλέῳ ὄμματι ψυχῆς, Θεοτόκε, τῆς ἐμῆς πάθη θεράπευσον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Οὐκ ἔστιν ἄλλος ἐν βροτοῖς ὁ τὰ ἄθεσμα πράξας καὶ ἀσώτως βιώσας ὥσπερ ἐγώ, ἀγαθή· ἐν ἀσελγείαις δεινῶς τὸ γὰρ θεῖον βάπτισμα ἐμόλυνα.

Ἰδοὺ ἐπῆλθον ἐπ’ ἐμὲ ὥσπερ μάστιγες πᾶσαι τοῦ ἐχθροῦ αἱ κακίαι· βαρυνθεῖσαι γὰρ σφοδρῶς προσώζεσαν καὶ ψυχῆς ἀπειλοῦσι παντελῆ κατάπτωσιν.

Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων· διὸ τοῦτό σοι πίστει προσπίπτω ἀναβοῶν ἐν ὥρᾳ τῇ φοβερᾷ ἱλεῶσαι ὅνπερ ἐσωμάτωσας.

Ἁγία Δέσποινα, ἐμὲ τὸν ὑπεύθυνον πάσης ἐξελοῦ καταδίκης, παῤῥησίαν πρὸς Θεὸν ὡς ἔχουσα μητρικὴν καὶ νυμφῶνι τούτου με κατάταξον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ῥοήν μοι δώρησαι, δακρύων, Δέσποινα, ὅπως πλύνω τὸν ῥύπον τὸν τῆς ψυχῆς, καὶ εὕρω ὁ ἄθλιος, ὅπερ ἀπώλεσα κάλλος συμβουλίᾳ τῇ τοῦ ὄφεως.

Θεέ μου εὔσπλαγχνε, Χριστὲ φιλάνθρωπε, θελητὰ τοῦ ἐλέους, νῦν ἐπ’ ἐμοὶ ῥᾶνόν σου τὸ ἔλεος, ἐκδυσωπεῖ σε ἡ ἐλπὶς καὶ προστάτις μου καὶ Μήτηρ σου.

Ἐμὲ τὸν ἄσωτον τὸν παροργίσαντα ὑπὲρ πάντας ἀνθρώπους τὸν σὸν Υἱόν, αἰωνίων λύτρωσαι βασάνων μόνη ἡ ἐλπὶς τῶν πιστῶν, Θεογεννήτρια.

Νομὴν κατέπαυσας θανάτου τέξασα τὴν ζωὴν τῶν ἁπάντων· ὅθεν κᾀμὲ νεκρωθέντα ζώωσον ταῖς ἁμαρτίαις καὶ ζωῆς αἰωνίου καταξίωσον.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ἐχθρός με πράττοντα καθορῶν πᾶσαν ἀνομίαν ἀναιδῶς ἐπιγελᾷ μου τοῖς πταίσμασι· ῥῦσαί με τῆς τούτου αἰχμαλωσίας, ἁγνή, καὶ τρέψον εἰς αἰσχύνην αὐτοῦ τὸν γέλωτα.

Διάσωσόν με ἀπὸ παθῶν, θλίψεως καὶ βλάβης πονηρῶν τῶν ἐναντίων καὶ λύτρωσαι τούτων τῆς ἐνέδρας τὴν ταπεινήν μου ψυχήν, μὴ εἴποιεν, πρὸς τοῦτον, ἁγνή, ἰσχύσαμεν.

Ἀδίκων λύτρωσαί με χειρῶν γλώσσης τε δολίας καὶ δεινῶν χειλέων, Κόρη Θεόνυμφε· πᾶσαν γὰρ ἐθέμην τὴν προσδοκίαν μου ἐν σοί· μὴ αἰσχυνθείην, καθικετεύω σε.

Καρδίας δίδου μοι συντριβὴν καὶ δακρύων, Κόρη, ὀχετούς, πτωχείαν τε τὴν τοῦ Πνεύματος, ὅπως μου θρηνήσω, Θεοχαρίτωτε, κακῶς μοι τὰ πραχθέντα ὡς θρήνων ἄξια.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ῥοὴν τῶν δακρύων μου τὴν μικρὰν καὶ πενιχρὰν προσδεξαμένη, Δέσποινα, ὡς ἐκλεκτὸν εὐῶδες καὶ καθαρὸν μύρον καὶ θυμίαμα τῆς δυσώδους με ῥῦσαι παθῶν σχέσεως.

Ὑπέκυψα πάθεσι, μακρυνθεὶς ἀπὸ Θεοῦ ἀσώτως ὁ πανάθλιος, ὃν δυσώπησον σῶσαί με, ἀγαθή· πρὸς σὲ γὰρ κατέφυγον· καὶ στολαῖς με ταῖς πρῴην καταλάμπρυνον.

Ἁγίων Ἀγγέλων σε τὴν εὐπρέπειαν ὑμνῶ καὶ δυσωπῶ, Πανάμωμε, τὰ ἀπρεπῆ ἀπέλασον ἀπ’ ἐμοῦ δαιμόνων φαντάσματα ἐν γαλήνῃ τηροῦσα τὴν καρδίαν μου.

Μὴ κῦμα καλύψῃ με, μὴ ποντίσῃ καταιγίς, μὴ ἀφανίσῃ πέλαγος, μὴ καταδύσῃ θάλασσα καὶ βυθὸς πικρᾶς ἀπογνώσεως ἁλμυρᾶς ἀπωλείας, Κόρη Πάναγνε.

Κάθισμα.
Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου.
Ἀπὸ καρδίας στεναγμοὺς καὶ ἐκ σπλάγχνων σοι φέρω τὴν σήν, Πανάμωμε, αἰτῶν εὐμενῆ προστασίαν· ἐλέησον τὴν παναθλίαν μου ψυχὴν, ἱλέωσον τὸν πολυέλεον Θεὸν ῥυσθῆναί με τῆς κρίσεως καὶ λίμνης τοῦ πυρός, μόνη εὐλογημένη.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Ἐπὶ σὲ τὴν πᾶσαν, Δέσποινα, ἐλπίδα μου ἀνέθηκα ὁ ἄθλιος· μὴ ἀποστρέψῃς ἀπ’ ἐμοῦ τὸ πρόσωπον τὸ σόν, μὴ σπλάγχνα φιλάνθρωπα τὰ σὰ κλείσῃς μοι, Μήτηρ τοῦ Θεοῦ, ἀλλὰ βοήθει μοι.

Τῶν πταισμάτων βυθιζόμενον τῷ κλύδωνι ἀνάγαγε, Θεόνυμφε, καὶ πρὸς θεῖόν με ἀπαθείας ἴθυνον, ἁγνή, λιμένα βοῶντα εὐλαβῶς, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀνομίας ἐργαστήριον γεγένημαι καὶ πάσης ἐργασίας αἰσχρᾶς καταγώγιον καὶ δοχεῖον φαύλων ἐννοιῶν, ἀλλ’ ὦ πολυύμνητε ἁγνή, δοχεῖον ἅγιον Θεοῦ, σύ με ἁγίασον.

Νοερᾶς ὡς Βαβυλῶνος τῆς συγχύσεως δυνάστης ὁ Ἀσσύριος νοῦς ἑπταπλασίως λογισμῶν ἐμπύρων ἐν ἐμοὶ ἐξέκαυσε κάμινον, ἁγνή, ἐν ᾗ μὲ ἄφλεκτον τῇ σῇ δρόσῳ συντήρησον.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ὁρατῶς τῇ εἰκόνι σου παριστάμενος ἀοράτως δοκῶ σοι ζώσῃ παρίστασθαι, Μῆτερ τῆς ζωῆς, μετὰ δέους δεόμενος, ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν με ῥῦσαι.

Ἱκεσίαν, Παρθένε, Θεῷ προσάγαγε, τὰς ψυχὰς ἡμῶν σῶσαι, Θεοχαρίτωτε, καὶ τῆς τῶν παθῶν ἐνοχῆς ἡμᾶς ῥύσασθαι καὶ τῆς τῶν δαιμόνων κακίστης ἐπηρείας.

Ἁμαρτίας τὸν σάκκον τὸν σκοτεινὸν καὶ τραχὺν διαῤῥήξασα ἔνδυσον σωτηρίαν με καὶ τὴν ἀληθῆ εὐφροσύνην περίζωσον, ἵνα σε δοξάζω, ἁγνή, εἰς τοὺς αἰῶνας.

Συμπαθείας ἡ ἄβυσσος ἡ ἀπέραντος, εὐσπλαγχνίας ἡ θάλασσα ἡ ἀμέτρητος, τῶν ἁμαρτωλῶν ἡ ἑτοίμη βοήθεια, σῶσόν με, Παρθένε, τὸν σὸν ἀχρεῖον δοῦλον.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Παθῶν κλυδώνιον συνταράσσει με καὶ ἡδονῶν βυθίζει εἰς χάος, Πανάμωμε· κυβερνήτην Χριστὸν ἡ κυήσασα χεῖρά μοι βοηθείας ἔκτεινον, σῶσόν με, μόνη σωτηρία τῶν πιστῶν καὶ ἀπολύτρωσις.

Ἀεὶ τὴν σκέπην σου καὶ ἀντίληψιν χειραγωγὸν αἰτοῦμαι συμπαρεῖναί μοι, Δέσποινα, ἐξαιρέτως ἐν ὥρᾳ τῆς κρίσεως, καὶ ἐν τῇ τῆς ἐξόδου, ὅτε ζοφώδης μοι φάλαγξ τῶν δαιμόνων πονηρὰ ἐπισυστήσεται.

Ὑλώδους σχέσεώς με ἀπάλλαξον, καὶ καθαρῶς ἀΰλῳ τῷ νοΐ ἐνοπτρίζεσθαι ἐν νυκτὶ καὶ ἡμέρᾳ παράσχου μοι σὲ τὴν ἐμὴν ἐλπίδα, Θεογεννήτρια, τὸ φῶς, τὴν ζωήν, τὸν γλυκασμὸν καὶ ἀγαλλίαμα.

Λαβὼν τὸν πλοῦτον ἐκ σοῦ τῆς χάριτος, τῆς σῆς, Χριστέ, ἀσώτως μὲν αὐτὸν διεσκόρπισα, κολληθεὶς δὲ πολίταις ἐπτώχευσα φαύλαις φιληδονίαις, λόγοις καὶ πράξεσιν, ἀλλὰ ταῖς λιταῖς τῆς σῆς Μητρός, οἰκτίρμον, σῶσόν με.

Προσόμοια.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Χαῖρε ὁ θησαυρὸς τῆς ζωῆς, χαῖρε λυχνία πάγχρυσε, χαῖρε στάμνε μάννα φέρουσα, Χριστόν, τὸν πάντων βασιλέα, χαῖρε ἁγνὴ Παρθένε, χαῖρε ἡ λύσις τῆς ἀρχαίας ἀρᾶς.

Χαῖρε τῆς Ἐκκλησίας, σεμνή, ὁ πύργος ὁ ἀσάλευτος, χαῖρε μόνη προστασία τῶν πιστῶν, χαῖρε τοῦ κόσμου δόξα, ὑπερευλογημένη, χαῖρε βροτῶν τὸ καταφύγιον.

Χαῖρε ἡ ἀγλαόκαρπος μηλέα, ἐξ ἧς ἔφυσε μῆλον θεῖον καὶ πανεύοσμον, ἁγνή, χαῖρε ῥοιὰ γλυκεῖα κοκκοβαφής, Παρθένε, χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

Κινδύνοις συνεχόμενον, καὶ θλίψεσι τὸν δοῦλόν σου, Θεοτόκε, μὴ παρίδῃς, ἀγαθή, ἀλλ’ οἴκτειρον καὶ σῶσον, ἐλπὶς ἀπηλπισμένων καὶ τῶν δεινῶν με ἐλευθέρωσον.