Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΝΙΚΑΙΑΣ, ΤΟΥ ΚΑΙ ΓΡΑΠΤΟΥ,
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Τὴν ἀδιόδευτον πύλην, τὸ καθαρὸν τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν, πιστοὶ μελῳδίαις ἱεραῖς δοξολογήσωμεν.
Ὁ κατοικῶν Θεὸς Λόγος ἐν οὐρανοῖς, ὁ ἐν ἀρχῇ ἄναρχος οὐρανόν σε λογικὸν ἐπὶ γῆς δειμάμενος, ἁγνή, μὴ λιπὼν τοὺς οὐρανοὺς ἐν σοὶ ἐσκήνωσεν.
Ἡ τοῦ ἡλίου νεφέλη καὶ χρυσαυγὴς λυχνία, Πανάμωμε, ἡ πολύφωτος λαμπάς, τῆς ἐμῆς ψυχῆς τὸ τριμερὲς ἁμαρτίαις ζοφωθὲν λάμπρυνον, δέομαι.
Θεοχαρίτωτε Κόρη, ἡ κραταιὰ τῶν πιστῶν βοήθεια καὶ ἐλπὶς τῶν ταπεινῶν, σύ με ἐλευθέρωσον σαρκὸς ἡδονῶν τε καὶ παθῶν τῶν πολεμούντων με.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Οὐκ ἔστιν ὅστις πρὸς τὴν σὴν καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε, Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν· διὸ κᾀγὼ δυσωπῶ, ἵνα τύχω τῆς σῆς ἀντιλήψεως.
Ὡς πλατυτέρα οὐρανῶν καὶ τῆς γῆς ἀνωτέρα, ὡς ἁγία ἁγίων, Χερουβὶμ καὶ Σεραφὶμ ὡς ὑπερτέρα, σεμνή, ἀσυγκρίτως, τὸν Θεὸν ἐχώρησας.
Πυρί με φόβου θεϊκοῦ ἐκκαθάρασα, Κόρη, τῶν πταισμάτων τοῦ ῥύπου, ἐπένδυσον χρυσαυγῆ χιτῶνα τῶν ἀρετῶν καὶ χορείαις τῶν ἁγίων σύνταξον.
Ἐξ ἔργων ὅλως ἐν ἐμοὶ σωτηρία οὐκ ἔστιν, ἀλλὰ σύ, Θεοτόκε, ἡ ἐλπὶς ἡ ἀψευδὴς τῶν πεποιθότων εἰς σέ, σωτηρίας βράβευσόν μοι, δέομαι.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὡς πύλην φέρουσαν πρὸς θείαν εἴσοδον, ὡς Παράδεισον θεῖον, ὡς νοητὸν τόπον ἁγιάσματος, ὡς τῶν πιστῶν καταφυγὴν τὴν Παρθένον μακαρίσωμεν.
Λυχνία πάμφωτος, ἡ θεία τράπεζα, τοῦ Θεοῦ τὸ χωρίον, ἡ κιβωτός, ῥάβδος ἡ βλαστήσασα ἄνθος ἐν κόσμῳ τὸν Χριστόν, σὺ ἐδείχθης, Μητροπάρθενε.
Γνωστῶς ἐν βάτῳ σε Μωσῆς ἑώρακεν ἱερῶς τυπουμένην τὴν τοῦ πυρὸς μέλλουσαν λοχεύτριαν ἀναφανῆναι μυστικῶς, Θεοτόκε ἀειπάρθενε.
Ὁ Λόγος, ἄσπιλε, ἐν σοὶ ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παθῶν, Δέσποινα, λυτρούμενος καὶ βασιλείας οὐρανῶν ἀξιῶν τοὺς ἀνυμνοῦντάς σε.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ἡ καλλονὴ ἡ τοῦ Ἰακώβ, ἡ ἐκλελεγμένη τῷ Θεῷ, πρὸ τοῦ γενέσθαι τὰ σύμπαντα, ἡ ἁγιωσύνην καὶ καθαρότητα ἀσύγκριτον πλουτήσασα χαῖρε, Δέσποινα.
Νοήσας πόῤῥωθεν μυστικῶς ὁ τῶν Προφητῶν θεολαμπὴς χορός, Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόῤῥητον συμβόλοις ἱεροῖς σε προδιεχάραξεν.
Ὑπεραγία, ἡ τὸν Θεὸν μόνη ἐπὶ γῆς ὡς ἀληθῶς τὸν ὑπεράγιον τέξασα, τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.
Φωτί σου θείῳ ὡς ἀγαθὴ τὴν ἐσκοτισμένην μου ψυχὴν ταῖς ἡδοναῖς φωταγώγησον καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν Σωτῆρα Χριστὸν κυήσασα.
ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Τὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, Μαρίαν τὴν ἄχραντον ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.
Σκηνὴ θεοχώρητε, ὄρος ἅγιον Θεοῦ, χρυσοῦν θυμιατήριον, πύρινε θρόνε, πάγχρυσε κιβωτέ, λυχνία πολύφωτε, ἀδιόδευτε πύλη, χαῖρε Δέσποινα.
Ξένη σου ἡ σύλληψις, ξένη, Κόρη, καὶ φρικτὴ ἡ ὑπὲρ νοῦν σου γέννησις, τοὺς ξενωθέντας πάντας ἀπὸ Θεοῦ αὐτῷ καταλλάττουσα καὶ τὸ κάλλος τὸ πρῴην ἀπονέμουσα.
Ἀγάθυνον, Δέσποινα, τὴν ψυχήν μου ἐν πολλοῖς κεκακωμένην πταίσμασι, καὶ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν Χριστὸν καθικέτευε βασιλείας τῆς ἄνω ἀξιῶσαί με.
Κάθισμα.
Ἦχος πλ. β΄. Πολλὰ τὰ πλήθη.
Τῆς ἀσθενούσης μου ψυχῆς τὰς πολλὰς ἀῤῥωστίας καὶ τὰ τοῦ σώματος, ἁγνή, χαλεπώτατα πάθη ἐπίσκεψαι καὶ θεραπείας ταχινῆς ἀξίωσον καὶ τὰς ἁγίας ἐντολὰς ποιεῖν με κατευόδωσον Θεοῦ τοῦ ἀγαθοῦ, ὅπως σε μεγαλύνω.
ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Ὑπερτέρα ἐχρημάτισας, Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· ὃν γὰρ ἐκεῖναι οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς σαῖς· χαριστηρίοις σε φωναῖς ὅθεν δοξάζομεν.
Θείου ἄνθρακος σεπτὸν θυμιατήριον κόσμον εὐωδιάσασα, δυσωδίας τε ἀκαθάρτων ῥῦσαί με παθῶν, Παρθένε, καὶ δίδου μελῳδεῖν, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Συντριβέντα με ἀμέτροις παραβάσεσι καινοποίησον ἰατρεύουσά μου τὴν ψυχὴν τῇ θείᾳ μεσιτείᾳ σου καὶ λόγον παρέχουσα βοᾶν, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Ναοὺς ποίησον ἡμᾶς τοῦ θείου Πνεύματος, ναὲ Θεοῦ πανάγιε, τοὺς γεραίροντας ἐν τῷ θείῳ τούτῳ σου ναῷ καὶ μέλποντας, Κόρη, εὐλαβῶς, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Σελασφόρον λαμπάδα καὶ χρυσαυγίζουσαν, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον γλυκασμοῦ καὶ ζωῆς ἄρτου τράπεζαν ἔγνωμέν σε, Κόρη, ὑπερευλογημένη.
Σὲ τὸ πάνσεπτον ὄρος καὶ ὑψηλότατον οἱ εἰς βάθη πεσόντες τῶν παραπτώσεων, Δέσποινα ἁγνή, δυσωποῦμεν, ἀνύψωσον πρὸς ἐνθέους πράξεις, τῶν ἀρετῶν ὑψώσεις.
Λυτρωθέντες τῆς πρῴην ἀρᾶς τῷ τόκῳ σου, παντευλόγητε Κόρη Θεογεννήτρια, τὴν τοῦ Γαβριὴλ φωνήν σοι ἀναμέλπομεν, χαῖρε ἡ αἰτία τῆς πάντων σωτηρίας.
Ἡ τὸν βότρυν τεκοῦσα τὸν ἀγεώργητον, καρποφόρον με δεῖξον ἀγαθῶν πράξεων καὶ τῆς οὐρανῶν βασιλείας ἀξίωσον, ἵνα σε δοξάζω, ἁγνή, εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Θεοῦ παλάτιον καθαρώτατον, νῦν ἐπ’ ἐμὲ ἐλέη τὰ πολλά σου θαυμάστωσον, Θεοτόκε Μαρία Πανάχραντε, ὅπως σε μεγαλύνω καὶ μακαρίζω σε, τὴν ὑψηλοτέραν οὐρανῶν καὶ πάσης κτίσεως.
Χαριστηρίοις φωναῖς ὑμνοῦμέν σε οἱ διὰ σοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως καὶ βοῶμέν σοι, χαῖρε Πανύμνητε, χαῖρε εὐλογημένη, χαῖρε πυρίμορφε θρόνε τοῦ Παντάνακτος, Μαρία χαῖρε Δέσποινα.
Ὑμνεῖν δοξάζειν καὶ μακαρίζειν σε δίδου ἡμῖν ἀξίως τοῖς τιμῶσί σε, Πάναγνε, καὶ τὸν τόκον τὸν σὸν μεγαλύνουσι, μόνη εὐλογημένη· σὺ γὰρ τὸ καύχημα τῶν χριστιανῶν καὶ πρὸς Θεὸν πρέσβυς εὐπρόσδεκτος.
Σταγὼν καθάπερ ὁ ἐπουράνιος τῇ σῇ γαστρί, Παρθένε, ὑετὸς καταβέβηκε καὶ ξηράνας τῆς πλάνης τὰ ῥεύματα ὤμβρισεν ἀφθαρσίαν καὶ ἀπολύτρωσιν πᾶσι τοῖς ἀνθρώποις διὰ σοῦ, Θεοχαρίτωτε.
Προσόμοια.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Χαῖρε βασιλευόντων, ἁγνή, τὸ θάρσος τὸ ἀνίκητον, χαῖρε κλέος τῶν πιστῶς σου τὴν σεπτὴν Εἰκόνα προσκυνούντων, χαῖρε δαιμόνων πτῶσις καὶ τῶν ἀνθρώπων ἡ ἀνόρθωσις.
Χαῖρε τῆς σωτηρίας ἡμῶν ἀρχὴ καὶ ῥίζα, Πάναγνε, χαῖρε μέσον τὸ λαμπάδιον, Χριστόν, κεκτημένη λυχνία, χαῖρε γῆς ὑπερτέρα καὶ οὐρανοῦ, Μαρία Δέσποινα.
Χαῖρε τιμιωτέρα, σεμνή, κτίσεως πάσης, ἄχραντε, ὁρατῆς τε νοητῆς, ὡς ὑπὲρ νοῦν ἀμφοτέρων ἡ τεκοῦσα Δεσπότην, Θεοτόκε, χαῖρε ψυχῆς μου ἀγαλλίαμα.
Πανύμνητε, διάσωσον δεινῶν τῶν συνεχόντων με τὸν σὸν δοῦλον καὶ χαρᾶς τὴν ταπεινὴν ψυχήν μου, Παναγία, καὶ θυμηδίας πλῆσον, ὅπως ἀπαύστως μεγαλύνω σε.
