Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΪΤΩΝ.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Ῥανίδος δίκην ὀλίγης αἱ πονηραὶ καὶ μικραὶ ἡμέραι μου χρονικῇ περιφορᾷ δαπανώμεναι καταβραχὺ ἐκλελοίπασιν, ἰδού, Δέσποινα, σῶσόν με.
Συνέχει νῦν τῇ ψυχῇ μου φόβος πολύς, τρόμος ἀδιήγητος καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ σώματος, ἁγνή, ἣν παρακάλεσον.
Ἁμαρτωλῶν ἡ βεβαία καταφυγὴ ἐπ’ ἐμοὶ βεβαίωσον τὸ σὸν ἔλεος, ἁγνή, καὶ δαιμόνων ῥῦσαί με χειρός· ὡσεὶ κύνες γὰρ πολλοὶ περιεκύκλωσαν.
Ἰδοὺ καιρὸς βοηθείας ἰδοὺ καιρὸς τῆς σῆς ἀντιλήψεως ἰδού, Δέσποινα, καιρός, περὶ οὗ ἡμέρας καὶ νυκτὸς παρεκάλουν σε θερμῶς καὶ καθικέτευον.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Μακρόθεν ταύτην προορῶν, Δέσποινα, τὴν ἡμέραν καὶ αὐτὴν ὡς παροῦσαν λογιζόμενος ἀεὶ ἐν δάκρυσίν σε θερμοῖς ἐδυσώπουν, μὴ ἐγκαταλίπῃς με.
Σβεσθέντος ἤδη παντελῶς τοῦ ὀργάνου τῶν λόγων, καὶ δεθείσης τῆς γλώττης καὶ κλεισθείσης τῆς φωνῆς καρδίας ἐν συντριβῇ δυσωπῶ σε, Δέσποινά μου, σῶσόν με.
Ἐν ἀνομίαις συλληφθεὶς ἵνα τί ἐγεννήθην; Καὶ ἰδοὺ παροργίσας τὸν Θεὸν τὸν ἀγαθὸν ἀπέρχομαι ἐν πυρὶ αἰωνίῳ βασανισθησόμενος.
Μὴ ἀποστρέψῃς ἀπ’ ἐμοῦ τοὺς πολλοὺς οἰκτιρμούς σου, μὴ τὰ σπλάγχνα σου κλείσῃς τὰ φιλάνθρωπα, σεμνή· ἀλλά μου πρόστηθι νῦν καὶ ἐν ὥρᾳ μνήσθητι τῆς κρίσεως.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Νεφέλαι ῥάνατε δρόσον ὡς δάκρυα, οἱ βουνοὶ καὶ τὰ ὄρη περιπαθῶς ἐπ’ ἐμοὶ θρηνήσατε, τῷ μακρυνθέντι τοῦ Θεοῦ καὶ ἐγγίσαντι τοῖς δαίμοσιν.
Ἡ ἀκαταίσχυντος καὶ ἀναστόχητος πάντων τῶν ἐν ἀνάγκαις καταφυγή, Δέσποινα Πανάμωμε, κᾀμοὶ γενοῦ καταφυγὴ ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης μου.
Διαπετάσασα τὰς παναχράντους σου καὶ πανάγνους ὠλένας ὡς ἱερᾶς περιστερᾶς πτέρυγας ὑπὸ τὴν σκέπην καὶ σκιὰν αὐτῶν σκέπασόν με, Δέσποινα.
Ἰδού μοι, Δέσποινα, φόβος συνήντησεν, ὃν ἀεὶ ἐφοβούμην, ἰδοὺ ἀγὼν μέγας με κατέλαβεν, ἐν ᾧ γενοῦ μοι βοηθός, ἡ ἐλπὶς τῆς σωτηρίας μου.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Οἱ κατὰ σάρκα μου συγγενεῖς καὶ οἱ κατὰ πνεῦμα ἀδελφοί, φίλοι συνήθεις καὶ γνώριμοι κλαύσατε, στενάξατε, σκυθρωπάσατε· ἰδοὺ γὰρ ἡμῶν ἄρτι διαχωρίζομαι.
Νῦν ὁ λυτρούμενος οὐδαμοῦ καὶ ὁ βοηθῶν ὄντως οὐδείς, σύ μοι βοήθησον, Δέσποινα, ἵνα μὴ ὡς ἄνθρωπος ἀβοήθητος εἰς χεῖρας τῶν ἐχθρῶν μου περικλεισθήσωμαι.
Ὦ πῶς τὴν ὄντως ἐλεεινὴν καὶ ὀδυνηρὰν ὑπομενῶ σοῦ, Θεομῆτορ, διάζευξιν καὶ τὴν τοῦ Σωτῆρός μου πικρὰν ἔκπτωσιν καὶ πάντων τῶν ἁγίων τὴν ἀλλοτρίωσιν;
Νικῆσαι πλῆθος ἁμαρτιῶν σοῦ τὴν εὐσπλαγχνίαν τὴν πολλὴν μὴ ἐξισχύσειε, Δέσποινα, ἀλλὰ κυκλωσάτω με τὸ σὸν ἔλεος καὶ πάσας καλυψάτω τὰς ἀνομίας μου.
ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Τὰ χείλη σιγῶσί μου καὶ ἡ γλῶσσα σιωπᾷ, ἀλλ’ ἡ καρδία φλέγεται· πῦρ ὑποσμύχον ταύτην γὰρ συντριβῆς ἐντὸς ἀνακαίεται καὶ φωναῖς ἀλαλήτοις, Κόρη, κράζει σε.
Ὑψόθεν ἐπίβλεψον ἐπ’ ἐμέ, Μῆτηρ Θεοῦ, καὶ συμπαθῶς ἐπίνευσον νῦν εἰς ἐμὴν ἐπίσκεψιν κατελθεῖν, ὡς ἂν θεωρήσας σε ἐκ τοῦ σκήνους ἐξέλθω ἀγαλλόμενος.
Ἁγίων Ἀγγέλων με ἱεραῖς καὶ καθαραῖς χερσὶ παράθου, Δέσποινα, ὡς ἂν τούτων ταῖς πτέρυξι σκεπασθεὶς μὴ ἴδω τὴν ἄτιμον καὶ αἰσχρὰν καὶ ζοφώδη τῶν δαιμόνων μορφήν.
Νυμφὼν Θεοῦ πάντιμε, οὐρανίου νοητοῦ νυμφῶνός με ἀξίωσον τὴν ἐμὴν ἐσβεσμένην καὶ ἀλαμπῆ λαμπάδα ἀνάψασα τῷ ἁγίῳ ἐλαίῳ σου, Πανάμωμε.
Κάθισμα.
Ἦχος πλ. β΄. Πολλὰ τὰ πλήθη.
Ταῖς τῶν δαιμόνων προσβολαῖς κλονουμένην, Παρθένε, τὴν παναθλίαν ψυχὴν ἐν τῇ πέτρᾳ στερέωσον τῶν θείων προσταγμάτων τοῦ Χριστοῦ· μὴ καταποντισάτω με, ἁγνή, πταισμάτων καταιγὶς καὶ λογισμῶν φαύλων ἡ τρικυμία.
ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Νὺξ θανάτου με κατέλαβεν ἀνέτοιμον ζοφώδης καὶ ἀσέληνος παραπέμπουσα ἀπαράσκευον πρὸς τὴν μακρὰν ἐκείνην ὁδὸν καὶ φοβεράν· συνοδευσάτω με τὸ σὸν ἔλεος, Δέσποινα.
Διὰ ῥέουσαν καὶ πρόσκαιρον ἀπόλαυσιν ἀθάνατα κολάζεσθαι μέλλω, Δέσποινα, καὶ διὰ βραχεῖαν ἡδονὴν σαρκὸς ὀδυνᾶσθαι ἐν πυρί· ἀλλὰ τὸ ἔλεος τὸ σὸν προκαταλάβῃ με.
Οἱ ἀπάγοντες ἐντεῦθεν κατεπείγουσι συνέχοντές με πάντοθεν, ἡ ψυχή μου δὲ ἀναβάλλεται καὶ δειλιᾷ πολλῆς πληρουμένη ταραχῆς, ἣν παρακάλεσον, ἁγνή, ἐπιστασίᾳ σου.
Συλλυπούμενον οὐδένα τῇ καρδίᾳ μου οὐδὲ παρακαλοῦντά με εὗρον, Δέσποινα· οἱ γὰρ φίλοι μου καὶ οἱ γνωστοὶ κοινῶς ἐγκατέλιπόν με νῦν· ἀλλ’ ἡ ἐλπίς μου μηδαμῶς ἐγκαταλίπῃς με.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὡς Θεοῦ φιλανθρώπου Μήτηρ φιλάνθρωπος εὐμενεῖ καὶ ἱλέῳ πρόσχες μοι ὄμματι, ὅτε τῆς σαρκὸς ἡ ψυχή μου χωρίζεται, ἵνα σε δοξάζω, ἁγία Θεοτόκε.
Ὑψηλὸν τοῦ Δεσπότου Χριστοῦ παλάτιον, τὴν σὴν χάριν ἐξ ὕψους ἐξαποστείλασα πρόφθασόν με νῦν ἐν ἡμέρᾳ τῆς βίας μου, ἵνα σε δοξάζω, ἁγία Θεοτόκε.
Διαδρᾶναι βαρβάρων ἀσάρκων φάλαγγας καὶ ἀέριον ἄβυσσον διανοίξασθαι καὶ πρὸς οὐρανὸν ἀνελθεῖν με ἀξίωσον, ἵνα σε δοξάζω ἁγία Θεοτόκε.
Ἡ γεννήσασα Κύριον Παντοκράτορα τοὺς πικροὺς τελωνάρχας τοῦ κοσμοκράτορος δίωξον μακρὰν ἐν τῷ μέλλειν ἐκλείπειν με, ἵνα σε δοξάζω, ἁγνή, εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ὡς δοῦλος αἴρει τὰ ἔξω ὄμματα τοῦ ἑαυτοῦ Κυρίου εἰς τὰς χεῖρας, Πανύμνητε, ὀφθαλμοὺς τοὺς ἔξω καὶ τοὺς ἔνδον κᾀγὼ οὕτω πρὸς σὲ ἐπαίρω, τὴν ἐμὴν Δέσποιναν, τὴν ἐμὴν Κυρίαν καὶ ζωήν, ὅπως οἰκτείρῃς με.
Ἁγία Κόρη Θεοχαρίτωτε, εἰς τὴν ἐμὴν ταπείνωσιν εὐσπλάγχνως ἐπίβλεψον τὴν οἰκτρὰν καὶ ἐσχάτην μου δέησιν ταύτην προσδεχομένη καὶ τοῦ κολάζοντος καὶ διαιωνίζοντος πυρὸς σπεῦσόν με λυτρῶσαι.
Νεκρῶν καὶ ζώντων Θεὸν ἡ τέξασα, νεκροποιῶν, Παρθένε, νοσημάτων με λύτρωσαι καὶ ζωὴν καὶ ὑγείαν παράσχου μοι, ῥῦσαί με ἀῤῥωστοῦντα περιζωνύουσα δύναμιν ἐξ ὕψους καὶ ἰσχὺν ἐξασθενήσαντα.
Ναὸν Θεοῦ σε ζῶντα καὶ ἔμψυχον καὶ λογικὸν γινώσκων ἐνδιαίτημα, Πάναγνε, προσφυγὼν τῷ ναῷ σου ἐν πίστει θερμῇ νῦν πρὸ τοῦ ἀπελθεῖν με ἄνες μοι, δέομαι, ἵνα ἀναψύξω ἀνυμνῶν τὰ μεγαλεῖά σου.
Προσόμοια.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Χαῖρε τὸ σεμνολόγημα τῶν Ἀποστόλων, ἄχραντε, τῶν Ἀγγέλων ἀγαλλίαμα λαμπρόν· χαῖρε τῆς οἰκουμένης τὸ καύχημα, Παρθένε, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα.
Χαῖρε ὄρος ἀλάξευτον, Παρθένε παναμώμητε, ὃ προεῖδεν ὁ Προφήτης Δανιήλ, ἐξ οὗ ἐτμήθη λίθος τὰ εἴδωλα συντρίβων, Χριστὸς ὁ μόνος βασιλεὺς τοῦ παντός.
Χαῖρε παστὰς ὁλόφωτε, χαῖρε ἔμψυχε τράπεζα ἄρτου θείου, ἐν ᾗ πρόκειται Χριστός· χαῖρε τῆς εὐσβείας τὸ κάλλος, Θεοτόκε, χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
Πανύμνητε, κατάβαλε ἐχθρῶν μιαιφονούντων ὀφρὺν καὶ τὴν λύπην τοῦ λαοῦ σου εἰς χαρὰν μετάστρεψον, Παρθένε, καὶ τὴν ἰσχὺν παράσχου, ὅπως σωθέντες ἀνυμνῶμέν σε.
