Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ,
οὗ ἡ ἀκροστιχίς: «Τὸν τῆς ψυχῆς στόνον μοι, ἁγνή, προσδέχου».
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Κύματι θαλάσσης.
Τῆς ἐμῆς καρδίας, τὴν πολλὴν ὀδύνην οἶδας, πανύμνητε Μῆτερ τοῦ ζῶντος Θεοῦ· διό σου θείῳ ἐλέει εὐφροσύνην με ἀμφίασον, ἵνα μεγαλύνω σε τὴν ὄντως ὑπερένδοξον.
Ὅλην τὴν ἐλπίδα καὶ τὴν προσδοκίαν τῆς σωτηρίας μου πρὸς σὲ ἀνέθηκα, Θεοκυῆτορ· διό με εὐσπλαγχνίᾳ σου οἰκτείρησον, ἵνα μεγαλύνω σε τὴν ὄντως ὑπερένδοξον.
Νοητὴ νεφέλη τοῦ ἀδύτου φάους νεῦσον πρὸς δέησιν, ἁγνή, τοῦ δούλου σου καὶ τὴν πολλὴν ἀθυμίαν, ἣ συνέχει με, διάλυσον, ἵνα μεγαλύνω σε τὴν ὄντως ὑπερένδοξον.
Ἐν πολλῇ ὀδύνῃ ἡ ζωή μου, Κόρη, δεινῶς ἐξέλιπεν, ὡς ὁ Δαβὶδ ἐκβοᾷ· διό με εὐλογημένη, ἐπισκέψει σου διόρθωσον, ἵνα μεγαλύνω σε τὴν ὄντως ὑπερένδοξον.
ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.
Καύσων ὁ τῶν πταισμάτων κατέκαυσε τὴν ἀθλίαν ψυχήν μου καὶ πειρασμοὶ ἐνδίκως τὸ σῶμα κατεδαπάνησαν· διό, ἁγνή, πρεσβείᾳ σου ταῦτα ἐξάλειψον καὶ δὸς βίου μοι διόρθωσιν.
Ψάλλειν σοι, Θεοτόκε, ἀξίωσον ἐν ἡσύχῳ καρδίᾳ τὸν σόν με δοῦλον, Κόρη, ὅτι τὸ πλεῖον διέφθαρται ζωῆς μου ἐν κακώσεσι· διό μοι πρόστηθι καὶ δὸς βίου μοι διόρθωσιν.
Ὕψιστον ἡ τεκοῦσα ἀνέλκυσον ἐκ λάκκου με πταισμάτων καὶ στῆσον ἐπὶ πέτραν τοῦ ἐλέους τοὺς πόδας μου καὶ πρὸς τὴν σὴν δόξαν ἴθυνον τὰ διαβήματα καὶ δὸς βίου μοι διόρθωσιν.
Χεῖρας πρὸς σὲ ἐκτείνω σὺν δάκρυσι τὸ γόνυ κλίνας, Κόρη, καὶ σὴν ἐπικαλοῦμαι θερμῶς ταχεῖαν ἀντίληψιν· κακώσεως ἀπάλλαξον, θεοχαρίτωτε, καὶ δὸς βίου μου διόρθωσιν.
ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῷ σου.
Ἡ φλογοφόρος λαβίς, Πάναγνε, ἡ ἐλπὶς τῶν πιστῶν καὶ καταπονουμένων προστάτις καὶ ὑπέρμαχος, πάρεσο καὶ νῦν ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.
Σάλῳ δεινῶν ἀμπλακημάτων μου βυθιζόμενος νῦν τὴν σὴν ἐπικαλοῦμαι βοήθειαν, Πανάμωμε· φάνηθι, ἐλθὲ ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.
Σὺ τῇ ῥομφαίᾳ τῆς πρεσβείας σου, Θεοτόκε ἁγνή, τῶν δυσμενῶν τὰς κάρας τῶν κατ’ ἐμοῦ συγκόψασα πρόστηθί μοι νῦν ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.
Τὸν στεναγμόν μου ἴδε, Πάναγνε, ἴδε τὴν θλῖψίν μου, ἴδε τὴν ἀθυμίαν καὶ τὴν πολλήν σου ἔνδειξον χάριν ἐν ἐμοὶ ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.
ᾨδὴ ε΄. Θεοφανείας σου Χριστέ.
Ὁ βασιλέων Βασιλεύς, καὶ Κύριος τῶν κυρίων, Παρθένε, ἐκ σοῦ σαρκωθεὶς δι’ ἀγαθότητα σοὶ τὰ δευτερεῖα δεδώρηται· ὅθεν σῴζεις ἐν ἐξουσίᾳ τοὺς προστρέχοντας τῇ θείᾳ σου σκέπῃ, κᾀμὲ νῦν τῷ σῷ ἐλέει διαφύλαξον.
Νέφος ἀστάτων λογισμῶν ἐπιπεσὸν τῇ ἀθλίᾳ ψυχῇ μου ἐκταράττει καὶ δεινῶς συνέχει με, καὶ σκοτοῖ καὶ θλίβει, πανύμνητε· ἀλλ’ ἡ Χριστὸν ἥλιον κυήσασα διάλυσον τοῦτο καὶ οἴκτῳ τῷ σῷ με, Κόρη, διαφύλαξον.
Ὁ γλυκασμὸς ψυχῆς ἐμῆς καὶ δεινῶν ἀπολύτρωσις, Κόρη, ἀοράτως νῦν ἐπιφοιτήσασα λύτρωσαί με πάσης κακώσεως, ἣν τὸ πλῆθός μοι τῶν πταισμάτων προεξένησε, καὶ παντοίας βλάβης ἀνώτερον εἰς ἀεί με διαφύλαξον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ ζωηφόρῳ σου καὶ σεπτῇ προστασίᾳ ἐξανάστησον καὶ καταλάμπρυνον καὶ συνετῶς δίδαξον ψάλλειν σοι, ἡ τεκοῦσα Χριστόν, τὴν ἐνυπόστατον σοφίαν, Παρθένε, καὶ θείῳ με σῷ ἐλέει διαφύλαξον.
ᾨδὴ ς΄. Συνεσχέθη.
Μὴ παρίδῃς εἰς σὲ πεφευγότα, τὸν σόν με δοῦλον, ἀγαθή, ἐν πειρασμοῖς πεσόντα διὰ πλῆθος τῶν ἀνομιῶν μου· εἰ γὰρ καὶ πάντας ἀνθρώπους τοῖς πταίσμασιν ὑπερβέβηκα, ἀλλ’ οὐκ ἀπέστην ἐκ σοῦ, γεννήτρια τῆς ὄντως ζωῆς· ὅθεν σῇ δυνάμει περιφρούρησον.
Οἰκτιρμῷ σου, ἀνύμφευτε Κόρη, ἴδε τὴν κρίσιν τὴν ἐμὴν καὶ κρῖνον ἀναμέσον τῶν ἀδίκως μοι ἐπεμβαινόντων καὶ βοηθείας χεῖρα θᾶττον ἔκτεινον καὶ παντοίου με ῥῦσαι κινδύνου, ἐπιβουλῆς, δόλου, φθόνου καὶ συμφορᾶς καὶ θείᾳ σου σκέπῃ περιφρούρησον.
Ἰδοὺ βόθρῳ ζάλης ἀποῤῥήτου πέπτωκα, Δέσποινα ἁγνή, πλήθει δεινῶν ὁ τάλας χειμαζόμενος· ὅθεν ἐκ βάθους ἀναβοῶ σοι τῆς καρδίας, πρόφθασον καὶ ἀνώτερον δεῖξον, Παρθένε, κακώσεως καὶ βλάβης τῆς ἐξ ἐχθρῶν καὶ θείᾳ σου σκέπῃ περιφρούρησον.
Ἀνανεῦσαι δίδου τὴν ψυχήν μου, καὶ τελευτῆς ἐπὶ Θεοῦ ἀγάπησιν καὶ δέος μεσιτείαις σου, εὐλογημένη· καὶ χαμαιζήλων νοσημάτων ἔκσπασον ψυχοφθόρων τε ἔργων καὶ λόγων, Θεογεννήτρια, πεφευγότα πρὸς σὲ καὶ θείᾳ σου σκέπῃ περιφρούρησον.
Κάθισμα.
Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου.
Ἐξασθενεῖ μου νῦν ὁ νοῦς ἐμπεσὼν εἰς τὰ βάθη τῶν ἐναντίων λογισμῶν καὶ οὐκ ἔστι μοι ἄνεσις· ἐπάκουσόν μου ἐν καιρῷ τῶν πειρασμῶν καὶ δώρησαί μοι ἀναψυχὴν ὡς ἀγαθή, μὴ γένωμαι κατάβρωμα τοῦ πονηροῦ, Κόρη εὐλογημένη.
ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Ἀπηλπισμένων χαῖρε ἐλπὶς καὶ ἀντίληψις· δεξαμένη γὰρ τὸν στεναγμὸν ψυχῆς τῆς ἐμῆς τῶν δεινῶν με σέσωκας εἰς τὸ ὑμνεῖν καὶ βοᾶν σοι ἀσιγήτως, χαῖρε Κόρη, Ἀγγέλων ὑπερτέρα.
Γέφυρα χαῖρε ἡ τοὺς πιστοὺς μεταφέρουσα ἐκ θανάτου πρὸς θείαν ζωήν, χαῖρε λαμπὰς πάντας καταυγάζουσα εἰς τὸ ὑμνεῖν καὶ βοᾶν σοι ἀσιγήτως, χαῖρε Κόρη, Ἀγγέλων ὑπερτέρα.
Νεφέλη χαῖρε, ζωῆς τὸ πόμα ὀμβρίσασα, χαῖρε δίσκε φωτὸς νοητοῦ, Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐκ σοῦ ἐκλάμψαντος εἰς σωτηρίαν τῶν πόθῳ σοι βοώντων, χαῖρε Κόρη, Ἀγγέλων ὑπερτέρα.
Ἡ ῥάβδος χαῖρε, ἡ ἀποῤῥήτως ἀνθήσασα ἐν τῷ κόσμῳ Χριστὸν τὸν Θεόν, ζωῆς τὸν καρπόν, εὐφροσύνης πρόξενον εἰς σωτηρίαν τῶν πίστει σοι βοώντων, χαῖρε Κόρη, Ἀγγέλων ὑπερτέρα.
ᾨδὴ η΄. Ἐκστήθι φρίττων.
Πύρινε στῦλε, ὁδηγὲ χριστιανῶν φυλῆς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς, ἡ κλῖμαξ χαῖρε ἡ οὐράνιος, χαῖρε λυχνία χρυσῆ, προστάτις ὀρφανῶν, χαῖρε Κόρη, λύτρωσις αἰχμαλώτων καὶ λιμὴν τῶν ἐν ζάλῃ, ἐμῆς ψυχῆς χαῖρε δόξα καὶ εὐφροσύνη.
Ῥόδον κυήσασα Χριστὸν χαῖρε πανύμνητε· εὐωδίας μυστικῆς τὰ πάντα ἐπλήρωσας, πάγχρυσε στάμνε τοῦ Μάννα τῆς ζωῆς, χαρίτων χαῖρε θεῖον δοχεῖον· Κυριώνυμε Κόρη, μοναζόντων ἡ σκέπη, ἐμῆς ψυχῆς χαῖρε δόξα καὶ εὐφροσύνη.
Ὄρος προεῖδε Δανιήλ σε πανυπέρτιμε, ἐξ οὗ λίθος τῆς ζωῆς ἀῤῥήτως, Χριστός, προελήλυθε καὶ τῶν εἰδώλων βωμοὺς κατέβαλε Θεότητος σθένει· χαῖρε γνώσεως ὕψος, χαῖρε βυθὸς σοφίας, ἐμῆς ψυχῆς χαῖρε δόξα καὶ εὐφροσύνη.
Στίφη ἁπάντων τῶν πιστῶν, δεῦτε συνέλθετε καὶ τὴν Δέσποιναν ἡμῶν τὴν ἀῤῥήτως λόγῳ σωματώσασαν τὸν ποιητὴν τοῦ παντὸς ὑμνήσωμεν κραυγάζοντες, χαῖρε τὸ προσφύγιον πάντων καὶ ἐλπὶς σωτηρίας, ἐμῆς ψυχῆς χαῖρε δόξα καὶ εὐφροσύνη.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἔκστηθι φρίττων οὐρανὲ καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται ὁ ἐν ὑψίστοις οἰκῶν καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Μὴ ἐποδύρου μου Μῆτερ.
Δαβιδικὸν χαῖρε ἅρμα, Ἀαρὼν χαῖρε ῥάβδος, χαῖρε Δαβὶδ πανθαύμαστον, τοῦ θείου Σολομὼν τὴν πρηστήριον φύσιν τῆς Θεότητος περισχὸν ἀποῤῥήτως, Μητρόθεε σεμνή· θεοδόξαστε Κόρη, σὲ μεγαλύνομεν.
Ἔνθεον χαῖρε ταμεῖον τῆς ζωῆς, χαῖρε τόμε ἐμπεριέχων τὸν Χριστόν, τὸν Λόγον καὶ Θεόν· χαῖρε χάρμα τοῦ κόσμου, Μητρόθεε σεμνή· θεοδόξαστε Κόρη, σὲ μεγαλύνομεν.
Χαῖρε τὸ ἄδυτον φέγγος, ὃ Θεὸς ἐν τῷ μέσῳ τῷ τοῦ παντὸς ἐστήριξεν αὐγάζειν νοητῶς τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια· χαῖρε Δέσποινα πάντων Μητρόθεε σεμνή, θεοδόξαστε Κόρη, σὲ μεγαλύνομεν.
Ὑπερεκβλύζει ἡ χάρις σου εἰς πάντας πλουσίως, τοὺς προσιόντας σοι πιστῶς, ἀκήρατε ἁγνή· διὸ πλήρωσον χάριτος τοὺς δούλους σου ἡμᾶς, ὅπως σὺν πόθῳ, Μητρόθεε σεμνή, θεοδόξαστε Κόρη, σὲ μεγαλύνωμεν.
Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε ὄρος ἅγιον, χαῖρε φωτὸς ἡ νεφέλη, χαῖρε κλῖμαξ ἔμψυχε, δι’ ἧς ἀνυψώθημεν πρὸς οὐράνια οἱ θνητοί, Δέσποινα, καὶ σεπτὴν καὶ θείαν πολιτείαν, ἀειπάρθενε· χαῖρε Παράδεισε, ξύλον τῆς ζωῆς μέσον ἔχουσα Χριστὸν τὸν καταργήσαντα τοῦ προτέρου ξύλου τὸ ἔμπικρον· χαῖρε ἡ τῆς Εὔας τὴν πάλαι ἀφανίσασα ἀράν, χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε πανακήρατε.
Χαῖρε στάμνε πάγχρυσε ἔνδον τὸ Μάννα τὸ θεῖον κεκτημένη, ἄμωμε, χαῖρε τὸ παλάτιον τοῦ Παντάνακτος, χαῖρε θεία σκέπη, χαῖρε πῖον ὄρος, χαῖρε τόπε ἁγιάσματος, χαῖρε τὸ εὔοσμον ῥόδον καὶ ἡδύπνοον τέξασα πιστοὺς εὐωδιάζον τε, χαῖρε Θεοτόκε πανάμωμε· χαῖρε τῶν μητέρων ὡράϊσμα καὶ κλέος ἀληθές, χαῖρε παρθένων τὸ καύχημα καὶ σεπτὸν καλλώπισμα.
Χαῖρε γλυκὺ ὄνομα καὶ πρᾶγμα, Κόρη Μαρία, γλώσσης μου ἐντρύφημα καὶ ἡδὺ μελέτημα τῆς καρδίας μου· ἡ ψυχή μου, ἄχραντε, σοῦ ὀπίσω τρέχουσα ἐκολλήθη ὅλη, Πάναγνε, καὶ ὥσπερ ἔλαφος ἐπὶ τῶν ὑδάτων τὰ ῥεύματα οὕτω πρός σε ἐπόθησεν ὅλος μου ὁ νοῦς καὶ ἐξέλιπε· διὸ δεξιά σου εὐσπλάγχνως ἀντιλάβοιτο, ἁγνή, ἐμοῦ καὶ δόξης προσώπου σου καταξιωσάτω με.
Πολλοῖς συνεχόμενος νῦν πειρασμοῖς ὁ παντλήμων πρὸς σὲ τὴν Πανάμωμον καταφεύγω, σῶσόν με τὸν ἀνάξιον τὸν πολλὰ πταίσαντα· ὡς οὐδεὶς ἄλλος γὰρ ἐξισχύεις βοηθῆσαί μοι· πάντα γὰρ δύνασαι, ὅσα θέλεις, Κόρη Πανύμνητε, ὡς Μήτηρ ὑπεράγαθος τοῦ παντοδυνάμου Θεοῦ ἡμῶν, Δέσποινα τοῦ κόσμου, βεβαία προστασία τῶν πιστῶν μή με παρίδῃς τὸν δοῦλόν σου τὸν εἰς σὲ ἐλπίζοντα.
