Τετάρτη Εσπέρας

Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΣΜΥΡΝΗΣ,

οὗ ἡ ἀκροστιχίς: «Πέμπτος κανών σοι Μητροφάνους, Παρθένε».

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Πᾶσαί σε τῶν ἀνθρώπων γεραίρουσι γενεαί, καθὼς πάλαι Παρθένε, προφητικῶς προείρηκας· κᾀμὲ τοίνυν πρόσδεξαι μελῳδόν σου, Δέσποινα, καὶ καταύγασον καὶ συνέτισον.

Ἔθραυσας τοῦ θανάτου τὸ κέντρον τὴν κοσμικὴν ἁμαρτίαν, Παρθένε, τὴν ἀληθῆ γεννήσασα ζωήν, δι’ ἧς ἄμβλυνον τῶν παθῶν μου, Δέσποινα, τὰ ὀξύτονα βέλη τάχιον.

Μόνη πεποικιλμένη παρθενικοῖς κροσσωτοῖς ἐξ αἰῶνος φανεῖσα τὸ τῆς συκῆς ἱμάτιον Ἀδὰμ σὺ διέῤῥηξας· διὸ νῦν με ἔνδυσον σωφροσύνης στολὴν πρσεβείαις σου.

Πλοῦτον καὶ θείαν δόξαν ἐκτήσαντο μὲν πολλαὶ θυγατέρες προδήλως, ἀλλ’ ἀσυγκρίτως, Δέσποινα, σὺ πάσας ὑπέρκεισαι· διὸ νῦν με πλούτισον οὐρανίαις καὶ θείαις χάρισιν.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Τὸ βάθος καὶ τὸ ὕψος ἐν σοὶ διεγνώσθησαν τῆς τοῦ Θεοῦ σοφίας, Μαρία Πάναγνε, τῆς ἀκαταλήπτως ἐκ τῆς σῆς μήτρας γεγεννημένης· δι’ ἧς τὰ βάθη τῆς καρδίας μου ῥῦσαι σοφισμάτων τοῦ ὄφεως.

Ὁ πρῴην πτερωτὰ καὶ νηκτικὰ ἐκ τοῦ ὕδατος οὐσιώσας λόγῳ μὴ προυπάρχοντα, σὺ ἐκ τῶν αἱμάτων τῆς ἁγνῆς αὖθις, Χριστέ, Παρθένου τὸ τῆς Θεότητος σαρκίον σου ἔνδυμα φρικτῶς κατεσκεύασας.

Σὺ μόνη χωνευτήριον ὤφθης τῆς φύσεως, ἐν ᾧ πῦρ τὸ θεῖον ἀφλέκτως, ἄχραντε, ταύτην ἀνεχώνευσε σαφῶς· σὺ οὖν ἁμαρτημάτων καὶ τῶν παθῶν μου ῥύπον χώνευσον καὶ ταῖς σαῖς πρεσβείαις με λάμπρυνον.

Κρατῆρα τοῦ καινοῦ τῆς ἀμπέλου γενήματος τοῦ ποτιζομένου σαφῶς εἰς ἄφεσιν τῶν ἁμαρτημάτων τοῖς πιστοῖς σε, πάναγνε, γινώσκων καθικετεύω, συγχωρήσεως νέκταρ τὴν καρδίαν μου πότισον.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἀνήροτος σὺ πέφηνας ἄρουρα τὸν μὴ σπαρέντα θεϊκὸν ἀναβλαστήσασα ἄσταχυν· διὸ πεινῶντά με θρέψον ταῖς θείαις δωρεαῖς σου καὶ χάρισι.

Νοσοῦντά με πρὸς θάνατον, Δέσποινα, τὸν τῆς ψυχῆς καὶ τῶν παθῶν τῷ πυρετῷ συνεχόμενον τῶν πρεσβειῶν σου τὸ ὕδωρ ποτίσασα συντόμως ἀνάστησον.

Ὡς οὖσα τοῦ Θεοῦ πόλις ἔμψυχος, ἣν ποταμοῦ τοῦ νοητοῦ εὐφραίνουσι τὰ ὁρμήματα, τῶν πρεσβειῶν σου τῷ πύργῳ ψυχῆς μου τὴν οἰκίαν ὀχύρωσον.

Νεφέλην σε γινώσκων τὴν ῥάνασαν δικαιοσύνην ἀληθῆ λιτάζω, Πάναγνε Δέσποινα, τῶν ἀδικούντων με πάντων λυτρώσασθαι τὸν δοῦλόν σου τάχιον.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Σάλον καὶ τὸν κλύδωνα, Μαρία Δέσποινα, τῆς ἁμαρτίας καὶ τῶν παθῶν μου παντελῶς κατεύνασον, ἡ τῆς ἀπαθείας κυήσασα τὸν αἴτιον.

Ὁ ἱστός, ὃν ἄνωθεν Χριστὸς ἐξύφανε, τῆς εὐπρεπείας στολὴν τῆς θείας ἀρετῶν ἐνδύματι τὴν γεγυμνωμένην, ἁγνή, ψυχήν μου στόλισον.

Ἱλασμόν μοι δώρησαι ταῖς σαῖς δεήσεσιν ἁμαρτημάτων, ἁγνὴ Παρθένε, ἡ τὸ ἱλαστήριον τὸ θεῖον τεκοῦσα, Χριστὸν ἡμῖν τὸν Κύριον.

Μώλωπας καὶ τραύματα καὶ σηπεδόνας μου τῆς ἁμαρτίας τῇ χειρουργίᾳ πρεσβειῶν ἀφάνισον καὶ ῥῶσιν, Παρθένε, τῷ δούλῳ σου πρυτάνευσον.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Ἡ τὸ φῶς κυήσασα τῶν φωστήρων τὸ ποιητικὸν τὴν ψυχήν μου φώτισον καὶ λύτρωσαι τῆς τῶν παθῶν, ὁλόφωτε, νῦν ζοφώσεως.

Τὸν Μεῤῥᾶς γλυκάναντα, Θεοτόκε, ὕδατα τὸ πρίν, σὸν Υἱὸν δυσώπησον τοῦ ῥύσασθαι τῆς τῶν παθῶν δεινῆς πικρίας με τάχιον.

Ῥευματίζει χείμαῤῥος τὴν ψυχήν μου, Πάναγνε, παθῶν, ἀλλὰ τοῦτον ξήρανον πρεσβείαις σου καὶ λογισμοὺς τοὺς πονηροὺς ἐξαφάνισον.

Ὁ Χριστὸς ῥυόμενος, τοὺς ἀνθρώπους ἧκεν ἐκ Σιών, ἐκ γαστρός σου, Δέσποινα Πανάμωμε· διὸ κᾀμὲ κινδύνων ῥῦσαι καὶ θλίψεων.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν πελάγει τοῦ βίου κλυδωνιζόμενος καὶ μερίμναις γηΐναις περιαντλούμενος καὶ συμπνιγόμενος τὸν νοῦν τὴν σὴν βοήθειαν ἐπικαλοῦμαι ἐκ ψυχῆς· ἐπιταχύνουσα λοιπὸν κυβέρνησον καὶ πρὸς ὅρμον εἰσάγαγε μετανοίας, ἵνα ὑμνῶ σε, Παρθένε ἄχραντε.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Φρίττουσι καὶ φεύγουσι τὴν σὴν κλῆσιν, Δέσποινα, δαιμόνων αἱ φάλαγγες, ἐξ ὧν λυτρουμένη με διάσῳζε καὶ φρούρει κατ’ ἀμφοῖν ἐκ πάσης βλάβης.

Ἄῤῥητος ἡ δόξα σου· τὸν γὰρ δόξης Κύριον, Παρθένε, γεγέννηκας διό με ἀξίωσον τῆς οὐρανίου δόξης τὸν πιστῶς σε ἀνυμνοῦντα.

Νεῦσον ταῖς δεήσεσι τοῦ σοῦ δούλου, Δέσποινα, καὶ ῥῦσαί με τάχιον κινδύνων καὶ θλίψεων καὶ πάσης ἐπηρείας δυσμενῶν τῶν ἀοράτων.

Ὅλον με τοῖς πάθεσι τῆς αἰσχύνης, ἄχραντε, χρανθέντα καὶ χρῄζοντα καθάρσεως ἔκπλυνον καὶ λάμπρυνον, Παρθένε, πρεσβειῶν σου ταῖς ῥανίσιν.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ὕδωρ ἀτεκνοῦν τὸ τῶν παθῶν ψυχῆς μου τὴν μήτραν ἐστείρωσε καὶ κατεξήρανε· ῥᾶνόν μοι, κούφη νεφέλη, θεῖον ὄμβρον, ὅπως ἐκβλαστήσω καρποὺς τῆς μετανοίας.

Σάλον λογισμῶν τῶν ἐμπαθῶν καὶ ζάλην κατεύνασον, πάναγνε, ταῖς σαῖς δεήσεσιν· ἴθυνον δέ με πρὸς ὅρμον ἀπαθείας, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Πύλη νοητὴ καὶ κεκλεισμένη θεία, ἣν μόνος διώδευσε Θεὸς ὁ εὔσπλαγχνος, κλεῖσον καὶ φράξον τὰς θύρας τῶν παθῶν μου καὶ τὰς τῆς ἐλπίδος διάνοιξόν μοι θύρας.

Ἆρον ἀπ’ ἐμοῦ τὸν τῶν πταισμάτων φόρτον ἡ μόνη τὸν αἴροντα κόσμου τοῦ σύμπαντος, Μῆτερ Παρθένε, τὴν ὅλην ἁμαρτίαν, τέξασα ἀφράστως, ἀμνὸν Θεοῦ καὶ Λόγον.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ Παῖδες παγκόσμιον πλέξαντες χορείαν ἔμελπον. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ῥυπωθεὶς ὡς ἄνθρωπος, τὴν ψυχήν μου πταίσμασι πολλοῖς καὶ πάθεσι σαρκὸς καταμολυνθεὶς λιτάζω συντόνως σε καὶ δυσωπῶ, κάθαρον, ἁγνή, σαῖς με δεήσεσιν ἀπὸ πάσης νῦν φαυλότητος.

Θελητὴν γεγέννηκας τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν φιλάνθρωπον Θεόν, μόνον ἀγαθόν, μακρόθυμον εὔσπλαγχνον, ὃν εὐμενῆ δεῖξόν μοι, ἁγνή, ταῖς σαῖς δεήσεσι, καὶ πταισμάτων λύσιν βράβευσον.

Ἐμαυτὸν ὀδύρομαι ἐννοῶν μου τῶν ἁμαρτιῶν τὰ πλήθη καὶ τῶν παθῶν τὰς ἐπαγωγάς, ψυχῆς μου τὴν πώρωσιν καὶ τοῦ νοός μου τὰς ἐκτροπάς· ἀπεγνωσμένον με, ἁγνή, σῶσον τῷ ἐλέει σου.

Εὐλογῶ, δοξάζω σε, μεγαλύνω, Πάναγνε, θερμῶς· εὐλόγησόν με οὖν τὸν σὸν ὑμνῳδὸν καὶ πάντων ἐκλύτρωσαι τῶν δυσμενῶν καὶ τῶν λυπηρῶν καὶ περιφύλαττε σαῖς παλάμαις ἀπροσμάχητον.

Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν γηγενῶν ἡ ἐλπίς, γῆ ἐκλεκτὴ καὶ καθαρὰ καὶ ἀμόλυντος πηγή τε ἐσφραγισμένη τοῦ Παρακλήτου, σεμνή, σὺ ὑπάρχεις μόνη, ἀειπάρθενε, ἐξ ἧς οἱ ὑμνοῦντές σε σωτηρίαν εὑρίσκομεν, γένους βροτείου ἡ τελεία ἀνάκλησις, χώρα εὔκαρπε, ἡ τὸν στάχυν βλαστήσασα, γέφυρα ἡ μετάγουσα ζωὴν πρὸς τὴν ἔνθεον, ἡ κυβερνῆτις ἡ θεία, χειμαζομένων ἡ ἄγκυρα, λιμὴν σωτηρίας τῶν ἐκ πόθου σε ζητούντων ὁ εὐδιώτατος.

Χαίροις ἡ διαυγὴς καὶ λαμπρὰ πηγή, ἐξ ἧς τὸ καθαρὸν καὶ ἀθόλωτον προῆλθεν ὕδωρ ποτίζον τοὺς κρατουμένους φλογμῷ ἁμαρτίας, Κόρη, καὶ κακώσεως· αὐγὴ ἡ τὸν ἥλιον ἐν τῷ κόσμῳ εἰσάξασα, χαῖρε τὴν πλάνην τῆς ἀπάτης ἡ σβέσασα καὶ πρὸς ἔνθεον πίστιν πάντας ἑλκύσασα, χαῖρε τὸ πολυπόθητον τοῖς πέρασιν ὄνομα, χαῖρε πιστῶν σωτηρία, χαῖρε βροτῶν ἡ ἀνόρθωσις· Θεοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρέ σοι προσφωνοῦμεν, ἁγνή, τοῦ Ἀρχαγγέλου αἱ φυλαὶ τῆς γῆς ἅπασαι καὶ πόθῳ σε εὐφημοῦμεν προσᾴδοντές σοι θερμῶς, χαῖρε θεία στάμνε μάννα φέρουσα, πηγὴ τὸ ἀείζωον καὶ γλυκύτατον βρύουσα νᾶμα, Παρθένε, ἐξ οὗ πάντες οἱ πίνοντες ἐκκαθαίρομεν τὴν ῥυπώδη κακόνοιαν· χαῖρε στήριγμα ἄσειστον τοῦ κόσμου, Πανύμνητε, τῆς εὐσεβείας τὸ κράτος καὶ Ἐκκλησίας ἑδραίωμα· Θεοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας καὶ πρὸς λιμένα Θεοῦ σεπτῶν θελημάτων ἐγκαθόρμισον· ἐχθροὺς καθ’ ἑκάστην τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας καὶ ταῖς ἀτόποις ἡδοναῖς ἐκταράττοντας καταπόντισον ἀπωλείας εἰς βάραθρα· πλήρωσον τὴν καρδίαν μου χαρᾶς καὶ ἡδύτητος, λῦσον τὸ νέφος βοῶ σοι τῆς ἀθυμίας μου, Πάναγνε, Χριστὸν δυσωποῦσα τὴν συγχώρησιν δοθῆναι τῶν ἐπταισμένων μοι.