Τρίτη Εσπέρας

Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΝΙΚΑΙΑΣ, ΤΟΥ ΚΑΙ ΓΡΑΠΤΟΥ,

ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ὑπερευλογημένη Μαρία Πάναγνε, τοὺς ἐν πίστει καὶ πόθῳ οἷα Θεοῦ Μητέρα σε ὑμνοῦντας διάσωσον ἐκ παθῶν καὶ θλίψεων καὶ πταισμάτων ταῖς ἱκεσίαις σου.

Πίστις ἡγείσθω μόνη καὶ μὴ ἀπόδειξις τῶν ὑπὲρ νοῦν θαυμάτων σου, Θεονύμφευτε· τὸν γὰρ ἀκατάληπτον ὑπὲρ φύσιν τέτοκας ἐνδυσάμενον τὸ ἀνθρώπινον.

Ὅλος ἐπιθυμία καὶ ἄχραντος γλυκασμὸς ὁ Υἱὸς καὶ Θεός σου τῶν ἀγαθῶν τὸ πλήρωμα ὑπάρχει, πανάμωμε, ὃν δυσώπει ῥύσασθαι θλίψεως τοὺς τιμῶντάς σε.

Θαῦμα ἔν σοι τελεῖται, Παρθένε, ὄντως φρικτόν, ὅτι ἐν τῇ γαστρί σου τὸν μηδαμοῦ χωρούμενον ἐγκύμονα ἔσχηκας καὶ ἀφράστως τέτοκας ἀειπάρθενος διαμείνασα.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὁ πάλαι ἐξ οὐδενὸς ποιήσας τὰ σύμπαντα ἐκ τῆς σῆς ἁγίας γαστρὸς προέρχεται ἄνθρωπος γενόμενος, ἁγνή, ὑπὸ φιλανθρωπίας διαφερόντως ὁ φιλάνθρωπος, ἵνα τοὺς ἀνθρώπους λυτρώσηται.

Ἰδοὺ σὺ ὑπὲρ πάσας, ἁγνή, κεχαρίτωσαι, ὑπερέβης πάσας τῇ ἁγιότητι, πάντων ὑπερῆρας καὶ πασῶν ὤφθης ὑψηλοτέρα τῶν νοερῶν σαφῶς δυνάμεων Μήτηρ τοῦ Θεοῦ χρηματίσασα.

Παρθένε, τὸ καθαρὸν τοῦ Λόγου παλάτιον, τὴν ψυχήν μου δεῖξον οἶκον τοῦ Πνεύματος· ὕδατος πηγὴ ζωαρχικοῦ πότισόν με τῇ καύσει τῆς ἁμαρτίας ἐκτηκόμενον, ὅπως κατὰ χρέος δοξάζω σε.

Ἐκτός σου μετὰ Θεὸν προστάτιν οὐ κέκτημαι ἐκ τῶν ἀναγκῶν με ἀεὶ ἐξαίρουσαν, Δέσποινα πανύμνητε σεμνή, Μαρία Θεοτόκε· μή με παρίδῃς ἀπολλύμενον καὶ ταῖς ἁμαρτίαις σκοτούμενον.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ὑφάνασα ἱστὸν ἐξ αἱμάτων σου παρθενικῶν τῷ οὐρανὸν νεφέλαις, Κόρη, ἐνδύοντι καταστολὴν ἀφθαρσίας ἀπάτῃ γυμνωθέντα με ἔνδυσον.

Ἡ μήτρα σου παλάτιον ἅγιον τοῦ Βασιλέως καὶ Θεοῦ ἀνερμηνεύτως γεγένηται, ἐν ᾧ οἰκήσας, Παρθένε, ναοὺς αὐτοῦ ἡμᾶς ἀπειργάσατο.

Ἀφράστως συλλαβοῦσα, Πανάμωμε, τὸν ποιητήν σου καὶ Θεὸν δυσώπει σῶσαι κινδύνων ἅπαντας καὶ ψυχικὴν σωτηρίαν βραβεῦσαι τοῖς ὑμνοῦσί σε, Δέσποινα.

Οἰκτείρησον οἰκτίρμων ὑπάρχουσα τὴν παναθλίαν μου ψυχήν, Θεογεννῆτορ πανάμωμε, τὴν ἐκ παθῶν καὶ πταισμάτων δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Συμφορῶν τῷ κλύδωνι νῦν με ποντούμενον πρὸς τὸν λιμένα τῆς σῆς γαλήνης, Παναγία, ἴθυνον, ἡ τὸν κυβερνήτην τῆς ἀπαθείας τέξασα.

Νοῦς οὐδὲ οὐράνιος ὄντως δυνήσεταί σε, Θεομῆτορ, ὑμνεῖν ἀξίως· τὸν γὰρ Κτίστην τέτοκας, τὸν ταῖς οὐρανίαις ὑμνούμενον δυνάμεσιν.

Νέον ἀπεκύησας ὡς βρέφος, ἄχραντε, τὸν πρὸ αἰώνων Πατρὸς ἀχρόνου ἀχρόνως ἐκλάμψαντα, ὃν ὑπὲρ τοῦ κόσμου δυσώπει, Θεονύμφευτε.

Φώτισον τὰ ὄμματα τῆς διανοίας μου, χρυσῆ λυχνία φωτὸς τοῦ θείου, καὶ παθῶν διάλυσον τὸ ζοφῶδες, Κόρη, καὶ ὅλον με ἐκλάμπρυνον.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Παναγία Δέσποινα Θεομῆτορ, ῥῦσαί με φθορᾶς καὶ παθῶν τὸν τάραχον κατεύνασον ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα.

Ὑπὲρ νοῦν τὸν ἄχρονον ὑπὲρ λόγον τὸν Δημιουργόν, Παναγία, τέτοκας λυτρούμενον πάσης φθορᾶς τοὺς Θεοτόκον ὑμνοῦντάς σε.

Ὁ Πατρὶ συνάναρχος Υἱός, Κόρη, κόλπους πατρικοὺς μὴ λιπὼν ηὐλίσθη ἐν τοῖς κόλποις σου καὶ Ἀβραὰμ τοὺς κόλπους ἡμῖν ἠνέωξεν.

Ἀπειράνδρως τέτοκας, Θεοτόκε, τὸν Ἐμμανουὴλ τὴν ἡμῶν ταπείνωσιν οἰκτείραντα· ὅθεν ἀεὶ χρεωστικῶς σε δοξάζομεν.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἡ τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς τὸν ἄρτον φέρουσα ὡς Υἱόν σου καὶ Θεὸν ἐκδυσώπησον αὐτὸν σὺν τοῖς Ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ’ αἰῶνος ἁγίοις τοῦ ἐλεῆσαι τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ὁ ὑπερυψούμενος σὺν Πατρὶ καὶ Πνεύματι Υἱός, ἐκλεξάμενός σε λίαν ἠγάπησεν, ἁγνή, πρὸς κατοικίαν ἑαυτοῦ, εὐλογημένη.

Πύλην ἀδιόδευτον, ὁ Προφήτης βλέπει σε, Μαρία Πανάχραντε, ἣν μόνος διώδευσεν, ᾦ πάντες μελῳδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Στόματι καὶ γνώμῃ σε Θεοτόκον, Πάναγνε, κηρύττω γηθόμενος· Θεὸν γὰρ γεγέννηκας, ᾦ πάντες μελῳδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Νύμφη Θεοῦ πέφυκας, Ἀποστόλων καύχημα, μαρτύρων στεφάνωμα, ὁσίων ἀγλάισμα χαρὰ δὲ τῶν βοώντων, ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Σοὶ τῇ τοῦ παντὸς τὸν ποιητὴν τεκούσῃ ὁποῖον, Πανύμνητε, τὸν ὕμνον ᾄσωμεν; σὲ γὰρ ὑμνοῦσιν Ἀγγέλων στρατηγίαι καὶ δοξολογοῦσι βροτῶν χοροστασίαι.

Κλῖμαξ νοητή, δι’ ἧς Θεὸς κατέβη, μετάγουσα γέφυρα γηΐνους ἄνωθι, θαῦμα ἀγγέλων, δαιμόνων τραῦμα, μέγα ἴαμα πιστῶν τε ὑπάρχεις, Θεοτόκε.

Πῶς παρθενικῆς μὴ ἐκπεσοῦσα δόξης μητρῴαν ἐπλούτησας τιμήν, ἀνύμφευτε; οἶδεν ὁ ταῦτα σαφῶς τερατουργήσας, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἤνοιξα κᾀγὼ τετολμηκὼς ἐκ πόθου πρὸς ὕμνον, Πανύμνητε, τὸν σὸν τὸ στόμα μου· ὅθεν πλησθῆναι, σοφίας δυσωπῶ σε καὶ ἑλκῦσαι Πνεῦμα συνέσεως, Μαρία.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον, πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Θεομῆτορ Πάναγνε, προστασία τῶν χριστιανῶν, περίσῳζε σὸν λαὸν πάσης ἀπειλῆς καὶ πάσης ἁλώσεως βαρβαρικῆς, ὀργῆς καὶ θυμοῦ, πάσης κακώσεως καὶ ἐκ πάσης κατακρίσεως.

Εὐλαβῶς σοι ᾄδομεν ἐγκωμίων ᾄσματα, ἁγνή, λυτρούμενοι ἀεὶ νόσων χαλεπῶν ταῖς θείαις πρεσβείαις σου· διὸ καὶ νῦν κράζομεν πιστῶς, ἴασαι, Δέσποινα, τὰς ψυχὰς ἡμῶν καὶ σώματα.

Παναγία Δέσποινα, ἐκδυσώπει τὴν προσκυνητὴν Τριάδα, ἧς ἀπαθῶς τὸν ἕνα σαρκὶ ἡμῖν ἀπεγέννησας, εἰρηνεῦσαι τοὺς ἐπὶ τῆς γῆς λύσιν πταισμάτων τε τοῖς ὑμνοῦσί σε δωρήσασθαι.

Τῶν προσφύγων, πάναγνε, μὴ ἀπώσῃ νῦν τὸν στεναγμόν, ἀλλ’ ἔπιδε ἡμῶν ἐν τοῖς θλιβεροῖς, τὸ πένθος μετάβαλε εἰς χαρμονὴν καὶ τὸ κατηφὲς εἰς ἀγαλλίασιν τῶν ἐν ὕμνοις γεραιρόντων σε.

Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ νοητὴ κιβωτός, δι’ ἧς βροτοὶ κατακλυσμοῦ ἐλυτρώθημεν καὶ ζάλης τῆς ἁμαρτίας, Θεογεννῆτορ ἁγνή, τὸ λαμπρὸν τοῦ κόσμου ἐγκαλλώπισμα, σεμνή, καὶ τῆς πίστεως τὸ στεῤῥότατον ἔγερμα, χαῖρε λυχνία φωταυγὴς καὶ ὑπέρλαμπρος, ἡ τὸ ἄστεκτον ἐν κοιλίᾳ σου, ἄμωμε, φῶς τὸ πανυπερούσιον ἀσπόρως βαστάσασα, χαῖρε κατάρας ἡ λύσις καὶ εὐλογίας ἀντίδοσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ἡ μαργαρίτην Χριστὸν ἐξ ἀστραπῆς τῆς θειοτάτης κυήσασα, τοὺς σκότει τῆς ἀγνωσίας καὶ τοὺς ἐν βάθει δεινῶν συσχεθέντας μόνη ὁδηγήσασα πρὸς φῶς τὸ τῆς γνώσεως, ὑπερύμνητε Δέσποινα· χαῖρε νεφέλη φωταυγὴς καὶ ὑπέρλαμπρε, χαῖρε καύχημα Ἀποστόλων καὶ κήρυγμα, θέαμα περιβόητον, ἐξαίσιον ἄκουσμα, χαῖρε δοχεῖον τοῦ Κτίστου, καὶ καθαρὸν ἐνδιαίτημα Θεοῦ, ὃν δυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Χαίροις ἀνατολὴ νοητὴ ἡ ἐκ λαγόνων τὸν Χριστὸν ἀνατείλασα πληροῦντα τὴν οἰκουμένην φωτὸς ἀῤῥήτου, ἁγνή, τὸ τῶν ἀσωμάτων ἀγαλλίαμα, ἀμνὸν Θεοῦ αἴροντα ἁμαρτίας ἡ τέξασα παντὸς τοῦ κόσμου, τὸν τροφέα καὶ πρύτανιν ἡ θηλάσασα καὶ ἀγκάλαις κρατήσασα· μόνη ἡ ἀδιάφθορος, ἁγνὴ καὶ ἀμόλυντος, χαῖρε ἁγία ἁγίων· τὸν ὑπεράγιον Κύριον ἀεὶ δυσωποῦσα μὴ ἐλλίπῃς, Θεοτόκε, ὑπὲρ τῶν δούλων σου.

Στρέψον τὸν κοπετὸν εἰς χαράν, εἰς εὐθυμίαν δὲ τὸ πένθος μετάβαλε, τὸν θρῆνον εἰς εὐφροσύνην καὶ ἀγαλλίασιν νῦν, Θεοτόκε, μόνη πανευλόγητε· καὶ γὰρ ἐπληθύνθησαν οἱ μισοῦντες τὸν δοῦλόν σου, καὶ ἐκζητοῦσι τὴν ψυχὴν ἀπολέσαι μου ἀναιδεῖς ὄντες, αἱμοβόροι καὶ δόλιοι, μάτην κατεπαιρόμενοι, δεινῶς ὠρυόμενοι, κύνες καθάπερ λυσσῶντες, ὧν τῆς κακίας με λύτρωσαι ζωὴν δωρουμένη, εὐφροσύνην, σωτηρίαν καὶ μέγα ἔλεος.