Σάββατο Εσπέρας

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΓΝΑΤΙΟΥ,
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,

οὗ ἡ ἀκροστιχίς: «Πέμπτη δέησις τῇ Παναγίᾳ Κόρῃ. Ἰγνατίου».

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Πνεύματος τοῦ ἁγίου ἑλκῦσαι χάριν αἰτῶ ἐν ἀνοίξει, Παρθένε, τοῦ ταπεινοῦ μου στόματος καὶ παρασχεθῆναί μοι λόγου δῶρον, ἵνα σε τὴν τοῦ Λόγου ἀνυμνήσω γεννήτριαν.

Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ὄρος πῖον καὶ θεία νεφέλη δρόσον στάζουσα, τὴν μνήμην σου, Δέσποινα, θυμηδίας καὶ εὐφροσύνης ἀεὶ πληροῦσάν με.

Μέθῃ τῶν ἡδονῶν με ἀεὶ σκοτούμενον καὶ παράφρονα ὄντα σωφρόνισον ποτίσασα οἶνον κατανύξεως, Θεοτόκε· πέπειρον ἀφθαρσίας βότρυν γὰρ ἤνθισας.

Παύσασα τὰς ὀδύνας, Θεοχαρίτωτε, τὰς τοῦ ᾍδου τεκοῦσα ὠδίνων, Κόρη, ἄνευθεν τὸν ἀπερινόητον, τοῦτον δυσώπει πάσης με πανωδύνου κακίας ῥύσασθαι.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Τεκοῦσα τὸν ποιητήν, Παρθένε, καὶ Κύριον πάντων ὑπερτέρα κτισμάτων γέγονας καὶ τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἁγνή, τιμιωτέρα· διὸ ἀεί σε μακαρίζομεν πᾶσαι γενεαὶ ὡς προέφησας.

Ἡ σκέπη χριστιανῶν, ἐλπὶς καὶ ἀντίληψις, τὸν εἰς σὲ θαῤῥοῦντα καὶ καταφεύγοντα ῥῦσαί με πταισμάτων καὶ παθῶν καὶ θλίψεων, Παρθένε, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων με, ὅπως εὐχαρίστως δοξάζω σε.

Δακρύων μοι ὀχετοὺς παράσχου, Θεόνυμφε, καὶ ἐξομολόγησιν τῶν πταισμάτων μου καὶ πλημμελημάτων ἱλασμόν, ἵνα σε μεγαλύνω περισῳζόμενος τῇ σκέπῃ σου καὶ διὰ παντὸς φυλαττόμενος.

Ἐμόλυνα τῆς ψυχῆς μου, ἁγνή, τὴν εὐγένειαν καὶ τὸ τῆς εἰκόνος θεῖον ἀξίωμα· οἴμοι τί γενήσομαι λοιπόν; Πρόφθασον, Θεοτόκε, πρὸ τέλους δίδου σωτηρίας μοι τρόπους καὶ ἀξίαν μετάνοιαν.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἡ μήτρα σου παλάτιον ἅγιον τοῦ Βασιλέως καὶ Θεοῦ ἀνερμηνεύτως γεγένηται, ἐν ᾦ οἰκήσας, Παρθένε, ναοὺς αὐτοῦ ἡμᾶς ἀπειργάσατο.

Συνέχει καὶ χειμάζει με κλύδων παθῶν, τρικυμίαι λογισμῶν καὶ ἡδονῶν αἱ ἀντίπνοιαι καταποντίζουσι, Κόρη, ἀλλ’ ἔκτεινον σὴν χεῖρα καὶ σῶσόν με.

Ἰσχύς μου σὺ καὶ ὕμνησις, Δέσποινα, ἐγένου μοι προφανῶς εἰς σωτηρίαν γεννήσασα τὴν σωτηρίαν τοῦ κόσμου, Χριστὸν τὸν λυτρωτὴν καὶ Σωτῆρά μου.

Σαρκός μου καὶ ψυχῆς τὰ νοσήματα ἴασαι, δέομαι, ἁγνή, τὸν ἰατρὸν ἡ κυήσασα ψυχῶν ὁμοῦ καὶ σωμάτων καὶ σῶσόν με ταῖς θείαις πρεσβείαις σου.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Τετραυματισμένον με καὶ κατακείμενον βυθῷ πταισμάτων καὶ ἀπογνώσει πάσῃ συνεχόμενον, Σῶτερ, οἴκτειρόν με τῆς σῆς Μητρὸς δεήσεσιν.

Ἡ τὸν προαιώνιον ἐν χρόνῳ τέξασα ἐν περιγραπτῇ σαρκὶ τὸν ὄντα φύσει ἀπερίγραπτον, τοῦτον ἐκδυσώπει ὑπὲρ ἐμοῦ τοῦ δούλου σου.

Πύλη ἡ οὐράνιος πύλας μοι ἄνοιξον τῆς μετανοίας, Θεογεννῆτορ, πύλας ἡ ἀνοίξασα τὰς τοῦ Παραδείσου, καὶ ᾍδου πυλῶν ῥῦσαί με.

ᾌδουσι τὸν τόκον σου Ἀγγέλων τάγματα, Θεογεννῆτορ, δι’ οὗ ἡ πλάνη τῶν εἰδώλων πέπαυται καὶ τῆς ἀληθείας τὸ φέγγος ὑπερέλαμψεν.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Νεκρωθέντας πάθεσιν ἁμαρτίας, Δέσποινα, ἡμᾶς ἀνιστῶσα ζώωσον πρεσβείαις σου, ἡ τῆς φθορᾶς τὸν καθαιρέτην κυήσασα.

Αἴτησαι τὴν ἄφεσιν τῶν πταισμάτων, Δέσποινα ἁγνή, καὶ παθῶν τὴν λύτρωσιν τοῖς δούλοις σου τοῖς ἐκ ψυχῆς ἀνευφημοῦσί σε πάντοτε.

Γηγενῶν προΐστασο ἐν ὀδύναις πάντοτε, ἁγνή, καὶ τὰ δυσχερῆ ἐξευμαρίζουσα σοὺς λατρευτὰς ἀπήμονας διατήρησον.

Ἱλασμὸν τοῖς πταίουσι καὶ νοσοῦσιν ἴαμα, σεμνή, χαρὰν θλιβομένοις τε παρέσχετό σε ὁ Χριστὸς καὶ τοῖς ὑμνοῦσί σε καύχημα.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἀνείκαστον χάριν τῆς εὐσπλαγχνίας σου καὶ τὸ ἔνθεον κράτος τῆς δυναστείας σου, Παρθενομῆτορ Μαριάμ, ἐπιστάμενος ἀναβοῶ σοι ἐκτενῶς, ἐκ πάσης θλίψεως ἐμὲ ἐξάρπασον, τὸν σὸν δοῦλον, καὶ ἔμπλησον θυμηδίας, ὅπως ἀνυμνῶ σε, Πανύμνητε.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Καύχημα παγκόσμιον καὶ τὸ ἱλαστήριον, πταισμάτων μοι ἄφεσιν παρασχεῖν ἱκέτευσον τὸν εὔσπλαγχνον Υἱόν σου καὶ ζωὴν τὴν αἰωνίαν.

Ὀχετοὺς δακρύων μοι δώρησαι, Πανύμνητε, ὡς ἂν τὴν αἰώνιον φρικτὴν σβέσω κόλασιν καὶ ψάλλω τῷ Υἱῷ σου, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥήμασι χειλέων μου καὶ δακρύων νάμασιν, ἁγνή, ἐπινεύσασα τὰς θλίψεις μετάβαλε ψυχῆς μου πρὸς τὴν ὄντως εὐφροσύνην τοῦ Υἱοῦ σου.

Ἡ τὸν ἀγαθόδωρον Θεὸν ἡμῖν τέξασα, αὐτὸν ἐξιλέωσαι μητρῴαις ἐντεύξεσιν, ἁγνή, κατοικτειρῆσαι τοὺς ἐν σοὶ ἐγκαυχωμένους.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἴδε, ἀγαθή, τῆς ταπεινῆς ψυχῆς μου τὴν κάκωσιν, Πάναγνε, καὶ τὴν κατήφειαν καὶ τῆς ὀδύνης ἀπάλλαξον ἐν τάχει, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Γῆ εἶ καὶ εἰς γῆν ὡς γηγενὴς πορεύσῃ, οὐκέτι ἀκούσομαι· πρὸς οὐρανὸν γὰρ ἐκ γῆς σύ με ἀνήγαγες, ὦ ἄχραντε, τεκοῦσα τὸν ἐκ γῆς τοῦ γένους πλάσαντα τοὺς γενάρχας.

Νύξ με τῶν παθῶν καὶ λυπηρῶν κατέσχε καὶ τοῦ νοῦ συνέχεε τὸ φαιδρόν, ἄχραντε, ἀλλ’ ἡ τεκοῦσα τὸν ἥλιον τῆς δόξης, φαίδρυνον χαρᾶς με καὶ ἀπαθείας φέγγει.

Ἅγιον εὑρὼν ὁ ὑπεράγιός σε, Πανάμωμε, σκήνωμα ἐν σοὶ ἐσκήνωσε σάρκα ἀσπόρως ἀναλαβὼν βροτείαν καὶ μετὰ τὸν τόκον Παρθένον σε τηρήσας.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ Παῖδες παγκόσμιον πλέξαντες χορείαν ἔμελπον, πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Τὸν Θεόν, ὃν ἔτεκες ἀποῤῥήτως, Δέσποινα ἁγνή, ἱκέτευε ἐκτενῶς ῥύσασθαι ἡμᾶς κινδύνων καὶ θλίψεων καὶ τῆς μελλούσης δίκης φοβερᾶς, καὶ τῆς λαμπρότητος ἀξιῶσαι τῶν ἁγίων αὑτοῦ.

Ἰαμάτων ἄβυσσον καὶ χαρίτων πέλαγος, ἁγνή, ἐπέγνωμέν σε ἡμεῖς οἱ ἁμαρτωλοί· διό σου δεόμεθα τῶν δυσχερῶν πάντων ἐξελοῦ τοὺς μεγαλύνοντας καὶ τιμῶντάς σε, Πανύμνητε.

Ὁλοφυρομένην μου τὴν καρδίαν πλήθει ὀδυνῶν, παράκλησις ἐμὴ καὶ καταφυγή, ταχὺ παρακάλεσον ἵνα κᾀγὼ εὔφραναν, βοῶ, αἱ παρακλήσεις σου τὴν ψυχήν μου, πολυύμνητε.

Ὑπνηλὸς καὶ ῥάθυμος, ἀνειμένος, Δέσποινα, τελῶν ἐν ἔργοις τοῖς σκοτεινοῖς πᾶσαν τὴν ζωὴν ἀνήλωσα, φθάσας δὲ βίου δυσμὰς τὴν ἀνατολὴν σὲ τὴν ὁλόφωτον ἱκετεύω καταυγάσαι με.

Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ ἀπεριγράπτως ἐν κοιλίᾳ βαστάσασα, ἀνθρώπους τῆς πρὶν δουλείας λύσαντα, μόνη ἁγνή, ἡ χαρὰν τῷ κόσμῳ ἀνατείλασα, παστὰς φωτοφόρε τῆς ἀποῤῥήτου νυμφεύσεως χαῖρε τὰ πάντα μυστικῶς ἀμαρύσσουσα καὶ φωτίζουσα ὡς τὸ φῶς ἀπαστράψασα, Πάναγνε, τὸ ἀπρόσιτον, ἀνύμφευτε Δέσποινα, χαῖρε ἁγία ἁγίων, χαῖρε παγκόσμιον καύχημα, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρε ἡ πανσθενὴς τῶν βροτῶν ἐλπὶς καὶ σκέπη καὶ ἀπόρθητον ἔρεισμα καὶ τεῖχος καὶ σωτηρία καὶ ἀῤῥαγὴς προσφυγή, ἡ Θεὸν ἀνθρώποις καταλλάξασα, ἁγνή, τῇ ἀσπόρῳ καὶ παραδόξῳ κυήσει σου, χαῖρε ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα ἄνθος τίμιον τὸν τροφέα τῆς κτίσεως· χαῖρε κράτος ἀνίκητον ἀνάκτων, Θεόνυμφε, χαῖρε Μαρτύρων τὸ σθένος, χαῖρε φωτὸς οἰκητήριον, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρε τοῦ ἀχωρήτου Θεοῦ χώρα καὶ γῆ, ἣν Ἰωὴλ προεώρακεν, ἁγία, ἐν ᾗ ἐπέβη ὁ τοῦ παντὸς συνοχεύς, χαῖρε θεῖον τεῖχος, χαῖρε ἄμωμε, ἐλπὶς ἀκαταίσχυντε καὶ βεβαία ἀντίληψις τῶν δοξαζόντων καὶ ὑμνούντων, Πανύμνητε, καὶ ζητούντων σε, ὁλοψύχως, Θεόνυμφε· χαῖρε φυτουργὸν τέξασα ἁγνείας, Πανάχραντε, χαῖρε θεόγραφε τόμε, χαῖρε πηγὴ ἁγιάσματος, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Πλήρωσον εὐφροσύνης, ἁγνή, τοὺς εὐφημοῦντάς σε καὶ πόθῳ δοξάζοντας καὶ σπεῦσον ἐλευθερῶσαι τῶν συνεχόντων δεινῶν, συμφορῶν καὶ θρήνων καὶ κακώσεων, ἐχθρῶν ἀλαζόνων καὶ μιαιφόνων, Πανάμωμε, ἀπαγωγῆς τε φυλακῆς καὶ στρεβλώσεως, συνοχῆς πικρᾶς καὶ δεινῆς κατακρίσεως· Δέσποινα, κατοικτείρησον ἡμᾶς κινδυνεύοντας καὶ μὴ ἐάσῃς εἰς τέλος ἀλλὰ συνήθως ἐλέησον, ἐχθροὺς δὲ Παρθένε, τοὺς ἡμᾶς ἐκπολεμοῦντας συντόμως ὄλεσον.