Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟῦ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ,
οὗ ἡ ἀκροστιχίς: «Θρηνεῖν τὸ κέρδος τοῦ βίου καθ’ ἡμέραν».
ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Θλίψεσι προσπαλαίειν ἐν βίῳ κάλλιστον εἰς ὠφέλειαν ψυχῆς· διὰ τοῦτο, Θεοτόκε, οἱ ἐν θλίψεσιν ὄντες ἀεί σε βοηθὸν καλοῦμεν ἀκαταπαύστως κράζοντες· Δέσποινα, μὴ παρίδῃς τὴν δέησιν τῶν δούλων σου.
Ῥίζα κακῶν ἁπάντων ἐν βίῳ πέφυκεν ἡ φιλάργυρος σπουδή, ἧς τὸ κέρδος ἀπεδείχθη τοῦ Ἰούδα ἀγχόνη· διὸ οἱ τῷ Χριστῷ δουλεύειν εἰλικρινῶς βουλόμενοι ῥίψωμεν ταύτην πόῤῥῳ διὰ τῆς Θεομήτορος.
Ἥλιος ὡς ἐν πόλῳ ἄλλος δέδεικται ἡ ἀκτήμων βιοτή, ἀρετῶν κατακοσμοῦσα τὸν πολύμορφον κύκλον· διὸ οἱ τῶν παθῶν τῷ σκότει ἀεὶ συμποδιζόμενοι ταύτης τῇ φωταυγίᾳ πρὸς τὴν Παρθένον δράμωμεν.
Νῦν με ψυχοφθόρων ζάλη κατέλαβε καὶ ἀτόπων λογισμῶν καὶ πρὸς βάραθρον καθέλκει καὶ βυθὸν ἀπωλείας· σὺ οὖν γενοῦ μοι κυβερνῆτις, καὶ πρὸς λιμένα ἴθυνον θεῖόν με, Παναγία, καὶ μακαρίαν εὔκλειαν.
ᾨδὴ γ΄. Τό στερέωμα.
Ἐλιπάνθημεν ταῖς ἡδοναῖς ταῖς τοῦ βίου, πανύμνητε, πάθεσιν οἱ παχυνθέντες, καὶ Θεοῦ τὰς ἐντολὰς κατελίπομεν.
Ἰσχυρότατον τῆς βασκανίας τὸ πάθος ἁπτόμενον, ἄχραντε, καὶ τῶν ἀρίστων, οὗ ῥυσθῆναι δυσωπῶ ταῖς πρεσβείαις σου.
Νηπιόφρονες, οἱ διὰ δόξαν ματαίαν τὴν ἄσκησιν, ἄχραντε, πεποιημένοι, ὧν μερίδος διὰ σοῦ λυτρωθείημεν.
Τὸν ἐλπίζοντα καὶ καταφεύγοντα πίστει πρὸς σέ, Θεονύμφευτε, μὴ ὑπερίδῃς, ἀλλὰ σῶσόν με τὸν δοῦλόν σου δέομαι.
ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Ὁράσει με ὁ σατᾶν ἐν Παραδείσῳ ποτέ, Θεογεννῆτορ, εἷλεν ὡς αἰχμάλωτον, Παρθένε, καὶ νῦν δὲ τῇ ὁράσει πειρᾶται, ἄχραντε, συλῆσαι τὸ θεῖον τῆς ἁγνείας ἔνδυμα καὶ ἐπενδῦσαι χιτῶνα τὸν τῆς ἁμαρτίας με.
Κατέπηξεν ὁ ἐχθρὸς ἐν πάσῃ τῇ αἰσθήσει μου τὰς μαγγανείας ἑαυτοῦ, Παρθένε Θεοτόκε, καὶ δι’ αὐτῶν καθέλκει με, Κόρη, εἰς θάνατον· ἡ μόνη τετοκυῖα τὸν Λόγον τὸ μέγα κῆτος χειρωσάμενον, ἐκ τῶν αὐτοῦ πολυπλόκων δικτύων ῥῦσαί με.
Ἐγκάθηται ἐφ’ ὁδοῦ σαρκὸς ἐν τοῖς κινήμασιν ὄφις ὁ δόλιος ἐχθρὸς καὶ ἐπιβάτῃ νῷ προσεπιτίθεται κεντῶν ἀπροσδοκήτως, Παρθένε, τῷ κέντρῳ τῶν παθῶν καὶ θάνατον τὸν ψυχικόν μοι προσάγει· διὸ βοήθει μοι.
Ῥομφαίᾳ με ἡδονῆς καταβαλεῖν φθονερῶς ἐπιζητοῦσιν οἱ ἐχθροί· ἔτειναν γάρ μοι τόξον ψυχοφθόρον αὐτῶν καὶ ἐν αὐτῷ ἡτοίμασαν σκεύη θανάτου· ἐν σιδηρᾷ ῥάβδῳ σου, οὓς κεραμέως ὡς σκεύη σύντριψον, Δέσποινα.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Δολίως με τῷ λείῳ τῆς ἡδονῆς ὁ δόλιος ἠγκίστρευσε καὶ ἰχθὺν ὡς ἄφωνον ἐσαγήνευσεν, ἀλλ’ ἔχων φρουρόν σε, ἁγνή, τῶν ἀρκύων καὶ δικτύων τῶν αὐτοῦ ἐν τάχει ῥυσθῆναι ὁ ἱκέτης σου, δέομαι.
Ὁ μέγας ἐν ἰσχύι Θεὸς καὶ ἐν ἐλέει πλούσιος, ἁγνή, ὁ δι’ οἶκτον σάρκα προσλαβόμενος κράζει, μετανοεῖτε ὑμεῖς καὶ κληροῦσθε τὴν οὐράνιον ζωήν, ἐγὼ δὲ τοῦ βίου ταῖς ἡδοναῖς συμφύρομαι.
Συνήφθη τοῖς Ἀγγέλοις, ἀγαθή, ἡ τῶν ἀνθρώπων φύσις ἐν σοί· ὅθεν πολιτείαν ζηλοῦσιν ἄνθρωποι ἀγγέλων ἐν παρθενίᾳ καὶ ἁγνότητι βιοῦντες ἐπὶ γῆς· ὧν περ τῆς μερίδος, ἀξίωσόν με, Δέσποινα.
Τὸ ἄτονον ἐπίστασαι τῆς σαρκὸς ψυχῆς τε τὴν ὀδύνην, ἁγνή, καὶ τὸ τοῦ νοός μου σαθρὸν καὶ ἄστατον, Παρθένε ἐλέους· διὸ καταξίωσον καὶ χάριτος τῆς σῆς, ἵνα σε δοξάζω, σῳζόμενος τῇ σκέπῃ σου.
ᾨδὴ ς΄. Ἐβόησέ σοι.
Οὐδόλως φρίττω, οὐδόλως τρέμω τὴν μυστηρίων μετάληψιν· διὰ τοῦτο, Κόρη, ἀσθενῶ συνεχῶς ἁμαρτάνων.
Ὑγρὸν τὸν βίον, ὑλώδη τρόπον, Θεοκυῆτορ, μετέρχομαι· διὰ τοῦτο ξένος τῶν Χριστοῦ εἰμι χαρισμάτων.
Βιοῦν οὐ θέλω ἐστενωμένως τῶν μοναχῶν νόμοις, Δέσποινα· καὶ πλατεῖαν τρέχων εἰς ὁδόν εἰμι ἀπωλείας.
Ἰσχύς μου πᾶσα καὶ ἡ ἐλπίς μου, φῶς καὶ ζωὴ καὶ παράκλησις σὺ ὑπάρχεις, Κόρη· διὰ τοῦτο εἰς σὲ καταφεύγω.
Κάθισμα.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐκ θερμῆς σοι πίστεως ἀναβοῶ, Θεοτόκε, ἀναξίῳ στόματι καὶ ῥυπαρᾷ τῇ καρδίᾳ, σῶσόν με βεβυθισμένον ταῖς ἁμαρτίαις, οἴκτειρον τῇ ἀπογνώσει θανατωθέντα, ἵνα κράζω σεσωσμένος, χαῖρε, Παρθένε, χριστιανῶν τὸ καύχημα.
ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρί.
Ὅταν ἐννοήσω, πάναγνε, τὸ βῆμα τὸ ἀδέκαστον καὶ λογίσωμαι τὰς πράξεις τὰς ἀτόπους μου, ἐμαυτὸν ἀπελπίζω· ἀλλὰ σύ μου τὸν γνόφον καὶ ἀθυμίας τὴν ἀχλὺν μακρὰν ἀπόῤῥιψον.
Ὕπνου ῥαθυμίας, ἄχραντε, καὶ ἀκηδίας ἐκλύσεως ἐκ βρωμάτων ἀκρασίας συμβαινόντων μοι τὴν διόρθωσιν δίδου καὶ ψυχῆς ἐγρηγόρσει καὶ κατανύξεως φωτί με καταλάμπρυνον.
Κλαίω καὶ θρηνῶ καὶ δέδοικα τῶν πειρασμῶν τὴν κάμινον ὑψουμένην κατ’ ἐμοῦ ὁρῶν ὁ ἄθλιος, ἀλλ’ ἀπόσβεσον ταύτην, Παναγία Παρθένε, τοῦ ἐλέους δροσισμῷ τῆς εὐσπλαγχνίας ὡς πηγή.
Ἄπειρος πταισμάτων ζάλη με κατέλαβε τὸν δείλαιον καὶ πρὸς χάος ἀπωλείας ἕλκει, πάναγνε· κυβερνήτην τεκοῦσα, Θεομῆτορ Παρθένε, πρὸς ἀπαθείας τὸν λιμένα με καθόρμισον.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Θρηνῶν ὁ Δαβίδ, Θεομῆτορ, φόνον καὶ μοιχείαν ἐμελῴδει ἐλέησόν με, ὁ Θεός, ὁ Θεός μου, ἐγὼ δὲ μυρίαις ὑπεύθυνος ἁμαρτίαις πῶς εὕρω συγχώρησιν, εἰ μὴ σαῖς πρεσβείαις αὐτῷ ἱλεωθείην;
Ἡ μέραν ἀεὶ ἐξ ἡμέρας, τρέφομαι ματαίως, Θεοτόκε, ταῖς ἐλπίσιν ἐκζητῶν τοῦ μετανοῆσαι, πάλιν συνηθείᾳ δὲ κεχρημένος τρέχω ὥσπερ κύων εἰς ἐξέραμα πρὸς τὴν δυσωδίαν παθῶν τῶν ἀκαθάρτων.
Μετάνοια βίου δευτέρου τίθησι συνθήκας ἐν Κυρίῳ, Θεομῆτορ, καὶ ἀνίστησι τοὺς πεσόντας, τὸ πένθος καθαίρει καὶ παριστάνει τούτους φωτεινοὺς τῷ πλάσαντι, μεθ’ ὧν καὶ ταττοίμην ἐγὼ ὁ σὸς ἱκέτης.
Ἐπλήσθη κακῶν ἡ ψυχή μου, ἤγγισε τῷ ᾅδῃ ἡ ζωή μου, ἐλογίσθην ὡσεὶ ἄνθρωπος τοῖς ἐχθροῖς μου μόνος ἀβοήθητος, ἀλλὰ δεῖξον, κόσμου κραταιὰ ἀντίληψις, ὡς ἀβοηθήτων βοήθεια ὑπάρχεις.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ῥοήν μοι δακρύων δώρησαι, Παρθενομῆτορ, τῷ ἐμπαθεῖ καὶ λύπην τῆς καρδίας καὶ στεναγμὸν καὶ πένθος ψυχικόν, ὅπως πενθήσω τὸν νοῦν μου τὸν νεκρωθέντα κακῶς καὶ σπλαγχνισθεὶς ὁ Υἱός σου ἐγείρῃ τοῦτον ὡς Λάζαρον.
Ἁγνὴ Παναγία Δέσποινα, ἡ τέξασα Χριστὸν ἐν σαρκὶ τὸν ἕνα τῆς Τριάδος, τὸν γυμνὸν ἁπάσης ἀρετῆς τῶν ἀρετῶν τῇ τριάδι ταύτῃ με πλούτισον, φόβῳ Θεοῦ, κατανύξει, ταπεινώσει τε φρουρούσῃ με.
Νεκρῶσαι σακρὸς τὸ φρόνημα πᾶς λόγος θεηγόρος φησίν· ἐν τούτῳ γὰρ ζωοῦται ἡ ψυχὴ καὶ τρέχει πρὸς Θεὸν καὶ τῶν σκηνῶν ἐπιβαίνει τῶν οὐρανίων μονῶν· ὧν με τυχεῖν ἐκδυσώπει τὸν Υἱόν σου, Θεονύμφευτε.
Νυκτὶ τῶν παθῶν σκοτούμενον καταύγασόν με, Δέσποινα, ἡμέρᾳ ἀπαθείας· ἐκ νυκτὸς ὀρθρίζει γὰρ πρός σε ἐν συντριβῇ τῆς καρδίας, ἁγνή, τὸ πνεῦμά μου· διότι φῶς ἐπὶ τῆς γῆς ἐξανέτειλας τὸν Κύριον.
Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρε, τῶν Προφητῶν τῶν θείων, ἁγνή, καύχημα, χαῖρε παστὰς Κυρίου, χαῖρε νεφέλη κούφη, χαῖρε ἄχραντε Μῆτερ εὐλογημένη, χαῖρε χαρὰ κόσμου καὶ ἀντίληψις, χαῖρε νῖκος Ὀρθοδόξων ἀνάκτων.
Χαῖρε τῶν Ἀποστόλων, Κόρη, τὸ κραταίωμα, χαῖρε χρυσῆ λυχνία, καὶ μανναδόχε στάμνε, χαῖρε ἄνθος τὸ τῆς πίστεως, Παρθένε, χαῖρε τὸ φῶς ἀῤῥήτως κυήσασα, χαῖρε θρόνε πύρινε τοῦ Ὑψίστου.
Χαῖρε σκηνὴ ἁγία, χαῖρε τράπεζα καὶ γέφυρα καὶ κλῖμαξ, χαῖρε ὄρος Κυρίου ἀλατόμητον, Παρθένε, χαῖρε στέλεχος ἱερώτατον καὶ ἄφθαρτον, χαῖρε Μήτηρ Κυρίου.
Χαρᾶς μου τὴν καρδίαν πλῆσον, χαροπάροχε, καὶ θείας εὐφροσύνης, ὅπως ἀεὶ δοξάζω τὴν σήν, Δέσποινα, βεβαίαν προστασίαν, ὅτι οὐκ ἔχω, ἄχραντε, ὁ δοῦλός σου, πλήν σου ἄλλην ἐλπίδα.
