Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ,
οὗ ἡ ἀκροστιχίς: «Τῇ Παρθένῳ μέλισμα ἐξᾴδω τρίτον. Μανουήλ».
ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Τὸν βυθὸν ὡς τεκοῦσα τῆς ἀμετρήτου σοφίας, εὐλογημένη Μαρία, φωτισμὸν δίδου μοι καὶ λόγον ἔμπνευσον νῦν, ὅπως ἀνυμνήσω σου τὰ παμφαῆ μεγαλεῖα, ἅπερ σοι ὁ Κύριος, Κόρη, ἐποίησεν.
Ἡ θανάτου τὸ κέντρον καὶ ἰταμότητα ᾍδου καταβαλοῦσα τελείως τοκετῷ, Πάναγνε, ὑπεραγίῳ τῷ σῷ καὶ ἡμᾶς ζωώσασα, δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος, Κόρη, ἐποίησεν.
Παμφαεστάτη πύλη, ἐξ ἧς πυρσὸς ἀναλάμψας μέγας προῆλθεν ἀῤῥήτως καὶ πιστοὺς ηὔγασε καὶ τῶν δαιμόνων βωμοὺς πάντας κατενέπρησε, δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος, Κόρη, ἐποίησεν.
Ἀνεζώωσας Εὔαν καὶ τὸν Ἀδὰμ τεθνηκότας τῇ δεινῇ παραβάσει τῆς ζωῆς τὴν πηγὴν ἀποτεκοῦσα, Χριστόν, τὸν ὄντως Θεὸν ἡμῶν. Δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος, Κόρη, ἐποίησεν.
ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ῥύου κινδύνων παντοίων καὶ συμφορῶν τοὺς ὑμνοῦντας, Δέσποινα, τὸν πανάγιον τόκον σου· ἔχεις γὰρ τὸ δύνασθαι σοῦ τῇ θελήσει, ἁγνή, ἰσοτάλαντον.
Θαυμάστωσόν σου τὰ πλούσια ἐπ’ ἐμὲ ἐλέη καὶ χεῖρά μοι βοηθείας χορήγησον· ἔχεις γὰρ τὸ δύνασθαι σοῦ τῇ θελήσει, ἁγνή, ἰσοτάλαντον.
Ἐπλήγωσάν με τὰ βέλη τοῦ δυσμενοῦς, ἀλλὰ θείᾳ νεύσει σου ἐν ὑγείᾳ βελτίωσον· ἔχεις γὰρ τὸ δύνασθαι σοῦ τῇ θελήσει, ἁγνή, ἰσοτάλαντον.
Νοῦν ὑποτάξας κινήσεσι τῆς σαρκὸς ἀχλύος ἐμπέπλησμαι, σὺ δὲ κάθαρον, λάμπρυνον· ἔχεις γὰρ τὸ δύνασθαι σοῦ τῇ θελήσει, ἁγνή, ἰσοτάλαντον.
ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Μέσον τοῦ Θεοῦ καὶ βροτῶν ἐγένου, πανύμνητε, καὶ τοῦ πλάστου ἐξαποικισθὲν τὸ πλάσμα ὑπερφυῶς κατήλλαξας· ὅθεν ἐκβοῶμέν σοι, χαῖρε σοῖς δούλοις πᾶσι σωτηρίαν πυρσεύουσα.
Ἔνθες χαρμονὴν τῇ πολυωδύνῳ καρδίᾳ μου κατακρατηθείσῃ λυπηροῖς τοῦ εἰς τὸν κόσμον τὸν φθόνον σπείραντος, ὅπως, Κόρη, μέλπω σοι, χαῖρε σοῖς δούλοις πᾶσι σωτηρίαν πυρσεύουσα.
Λύτρωσαι δεινῶν, τῶν περικυκλούντων με, Πάναγνε, καὶ μηδὲ ἐώντων μου τὸν νοῦν ὕμνους ὑφαίνειν τῇ θείᾳ δόξῃ σου, ἵνα πόθῳ κράζω σοι, χαῖρε σοῖς δούλοις πᾶσι σωτηρίαν πυρσεύουσα.
Ἵλεων ἡμῖν ταῖς σαῖς ἱκεσίαις ἀπέργασαι, Κόρη, τὸν Υἱόν σου καὶ Θεόν, ἵνα ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως καὶ σοὶ ἀεὶ κράζωμεν, χαῖρε σοῖς δούλοις πᾶσι σωτηρίαν πυρσεύουσα.
ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Στοιχείων κρᾶσιν πρὸς ὑγιᾶ δούλου τοῦ σοῦ, Κόρη, κατάστασιν εὐχαῖς σου ποίησον· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον τῷ κόσμῳ ἐξανέτειλας.
Μὴ μετελθέτω λοιμώδης νόσος, Παρθένε, σὸν λαόν, ἀλλ’ ὡς φιλεύσπλαγχνος ἄτρωτον φύλαξον· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον τῷ κόσμῳ ἐξανέτειλας.
Ἄχραντε Κόρη, νόσων παντοίων με ἀπάλλαξον δοῦλον τὸν σόν, καὶ περιφρούρησον· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον τῷ κόσμῳ ἐξανέτειλας.
Ἐν κλίνῃ νόσου κατ’ ἄμφω κείμενον, ἁγνή, θᾶττόν με ἔγειρον τῇ εὐσπλαγχνίᾳ σου· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον τῷ κόσμῳ ἐξανέτειλας.
ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Ξύλον καὶ φυτόν σε ἀειθαλὲς ἔγνωμεν, Κόρη, τὴν ζωὴν ἐξανθήσασαν, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ποταμὸν τοῦ ἐλέους· ὅθεν Θεοτόκον σε κυρίως σέβομεν.
Ἄφλεκτον τὴν βάτον ἐν τῷ Σινᾷ, τῆς σῆς λοχείας, ἁγνή, τύπος ἐφύλαξε καὶ ἡμᾶς τῇ σκέπῃ σου ἐκ πάσης ῥύου ὀδύνης· καὶ γὰρ Θεοτόκον σε κυρίως σέβομεν.
Δάκρυσι προσπίπτω σοι, ἀγαθή, καὶ ἐκβοῶ σοι ἐλέησόν με, Δέσποινα, τὸν πολλαῖς ὑπεύθυνον ἁμαρτίαις καὶ πάθεσιν, ἵνα ὡς Θεοτόκον σε κυρίως σέβωμαι.
ᾬ κησε χαρίτων ἔν σοι πηγή· διὸ χάριτας νέμεις τοῖς σὲ γεραίρουσι· καὶ ἐμοῦ χαρίτωσον δαψιλῶς, Κόρη, τὴν καρδίαν· καὶ γὰρ Θεοτόκον σε κυρίως σέβομαι.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θρόνος πάγχρυσος τοῦ βασιλέως καὶ παράδεισος διηνθισμένος ἀνεδείχθης, Θεοτόκε πανύμνητε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα εὐωδιάζεις ἡμᾶς θείαν χάριν· ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς μητέρα σε κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Τὸ μέγα χριστιανῶν σὺ εἶ ἱλαστήριον πρὸς τὸν Θεὸν καὶ Δημιουργὸν τὸν ἐκ σοῦ ἀφράστως τεχθέντα, ἀγαθή, καὶ μεσῖτις ἀπαύστως· ὅθεν σοι χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.
Ῥάβδος Μωσέως ποτέ σε προανετύπωσεν ἐκ τῆς δεινῆς καὶ εἰδωλικῆς πλάνης πρὸς τὴν θείαν ἀλήθειαν, ἁγνή, ἡμᾶς ὁδηγήσασα· διό σοι χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.
Ἱλέωσον μητρικαῖς λιταῖς σου, πανάμωμε, τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν τοῖς ἁμαρτωλοῖς καὶ ἱκέταις σου ἡμῖν, καὶ νόσων ἀπάλλαξον· ἀεὶ γὰρ χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.
Τύποι τὸ πρὶν Χερουβίμ κιβωτὸν ἐσκίαζον, σοὶ δέ, ἁγνή, ἡ πανσθενουργὸς ὑψίστου ἰσχὺς ἐπεσκίασε σαφῶς ὡς ναῷ θεότητος· διό σοι χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ὁ θεῖος Δαβὶδ σὸς προπάτωρ φάσκει, ἐλαλήθη περὶ σοῦ δεδοξασμένα, τοῦ Θεοῦ ἡ ἔμψυχος πόλις, δόξαν ἣν ἐπλούτησας, προαγγέλλων, χαῖρε τῆς δόξης τὸ τέμενος, δι’ ἧς ἐδοξάσθη ὁ Βασιλεὺς τῆς δόξης.
Νοσοῦντα ψυχὴν καὶ τὸ σῶμα ἐξ ἀπροσεξίας, Θεομῆτορ, τῷ ἐλέει σου νῦν ἔγειρον τῆς κλίνης, ὅπως πίστει πάντοτε ἐκβοῶ σοι, χαῖρε τῆς δόξης τὸ τέμενος, δι’ ἧς ἐδοξάσθη ὁ Βασιλεὺς τῆς δόξης.
Μόνῃ ἐπὶ σοὶ τὰς ἐλπίδας τῆς ἐμῆς ἀνέθηκα, Παρθένε, σωτηρίας καὶ ἐν σοὶ ῥυσθῆναι προσδοκῶ λύπης καὶ κακώσεως, ὅπως μέλπω, χαῖρε τῆς δόξης τὸ τέμενος, δι’ ἧς ἐδοξάσθη ὁ Βασιλεὺς τῆς δόξης.
Ἀνάστειλον, Πάναγνε Κόρη, τὰς κακὰς ἐχθρῶν ἐφόδους σῇ δυνάμει εἰς ἀεί μοι διενοχλούντων φθόνῳ δολιόφρονι, ἵνα μέλπω, χαῖρε τῆς δόξης τὸ τέμενος, δι’ ἧς ἐδοξάσθη ὁ Βασιλεὺς τῆς δόξης.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες οἱ θεοσεβείας προεστῶτες νεανίαι τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.
Ναμάτων θείων γνώσεως τῆς σῆς, τὴν ἀεὶ διψῶσάν μου ἔμπλησον, Κόρη, ψυχὴν πρὸς πόθον ἰθύνουσα, ἁγνή, τοῦ Υἱοῦ σου καὶ λυτρουμένη ταύτην ἐπηρείας ἐχθρῶν ὁρατῶν ὁμοῦ καὶ ἀοράτων· νεύσει γὰρ μόνῃ τῇ σῇ ἀβλαβὴς συντηρηθήσομαι.
Ὁ πάντων Κτίστης καὶ δημιουργὸς κατασκηνώσας ἐν σοὶ ἀῤῥήτως, Κόρη ἁγνή, οὐσίαν τὴν βρότειον ἐκάθηρε πᾶσαν τῆς προπατορικῆς τε καὶ ἀρχαίας ἀρᾶς· διὸ κᾀμὲ ῥῦσαι ἐκ κινδύνων· νεύσει γὰρ μόνῃ τῇ σῇ ἀβλαβὴς συντηρηθήσομαι.
Ὕπερθεν πάντας σῴζεις τῶν δεινῶν καὶ κακώσεως τῇ κραταιᾷ σου, Κόρη, χειρὶ τοὺς πιστῶς ὑμνοῦντάς σου τὴν θείαν λοχείαν καὶ ἣν ἐκτήσω δόξαν ἐκ τοῦ πάντων Θεοῦ· κᾀμὲ νῦν φυλάττεις σε ὑμνοῦντα· νεύσει γὰρ μόνῃ τῇ σῇ ἀβλαβὴς συντηρηθήσομαι.
Λαὸς καὶ κλῆρος προσπίπτει, ἁγνή, ὁ χριστώνυμος ἱκετικῶς ἐλέει τῷ σῷ καὶ τὴν σὴν βοήθειαν νῦν ἐπικαλεῖται λοιμώδους νόσου θᾶττον λυτρωθῆναι δεινῆς λιμοῦ τε καὶ δυσμενῶν ἐφόδου· νεύσει γὰρ μόνῃ τῇ σῇ ἀβλαβὴς συντηρηθήσομαι.
Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρέ σοι πάντες ἀνακράζομεν, Μαρία Θεοτόκε, χαῖρε ναὲ Κυρίου, χαῖρε Δέσποινα ἡ Κεχαριτωμένη· χαῖρε τὸ φῶς ἀῤῥήτως ἀστράψασα, τὸ φωτίσαν τοὺς ἐν σκότει τῆς πλάνης.
Χαῖρε τῶν ἀθλητῶν λαμπρότατον στεφάνωμα, ἁγνὴ Παρθενομῆτορ, χαῖρε Κυρίου θρόνε, χαῖρε πάντιμε ὑπερδεδοξασμένη, χαῖρε σκιὰν τοῦ νόμου ἡ παύσασα ὡς τέξασα τὸν τοῦ νόμου δοτῆρα.
Χαῖρε, ἁγνή, τὸν ἥλιον εἰσάξασα τοῖς ἐν σκότει κειμένοις, χαῖρε τεῖχος καὶ σκέπη τῶν εἰς σὲ προστρεχόντων ἐκ καρδίας, χαῖρε παρθένων τὸ ἔνθεον ἀγλάισμα καὶ ὀρθοδόξων ἁπάντων προστασία.
Κινδύνων τῷ πελάγει νῦν κλυδωνιζόμενον τὸν δοῦλόν σου, Παρθένε, καὶ συμφορῶν ἐν πλήθει ῥιπιζόμενον οἰκτείρησον καὶ σῶσον, τῶν οἰκτιρμῶν τέξασα πέλαγος τὸ ἀμέτρητον, Κόρη.
