Παρασκευή Εσπέρας

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ, ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΝΕΟΥ.

Κατ’ ἀλφάβητον· ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἀμβροσίας κόσμῳ τὴν τροφὴν χαῖρε ἡ πηγάσασα, Θεογεννήτρια, χαῖρε Παράδεισε, τῆς ζωῆς βλαστήσασα ξύλον, Δέσποινα, ὃ καὶ βλέψαι ἀξίωσον καὶ κατατρυφῆσαι, πάντας τοὺς πιστῶς ὑμνολογοῦντάς σε.

Βασιλείαν τὴν τῶν οὐρανῶν ἡ πιστοῖς παρέξασα, Θεογεννήτρια, χαῖρε τῷ τόκῳ σου τῷ ἀῤῥήτῳ, Πάναγνε· χαρμονῆς ἡμᾶς αἰωνίου ἀξίωσον χαῖρε τοῦ βοᾶν σοι, κεχαριτωμένη, μεσιτείαις σου.

Γηθοσύνως χαῖρέ σοι, σεμνή, βάτε ἀκατάφλεκτε, Θεογεννήτρια, πόθῳ τοῖς κράζουσι βοηθὸς γενήθητι μεσιτείαις σου καὶ ἡμᾶς ἐλευθέρωσον πονηρευομένων ἀπὸ συστροφῆς ἡ παντευλόγητος.

Ἀναξίων πρόσχες ἱκετῶν ταῖς οἰκτραῖς δεήσεσι διηνεκῶς ἐκβοώντων σοι, Πάναγνε· χαῖρε θεία τράπεζα ἄρτον φέρουσα τῆς ζωῆς, Θεονύμφευτε, οὗ ἐπαπολαῦσαι πάρεξον ἡμῖν ταῖς ἱκεσίαις σου.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Δοχεῖον χαῖρε μύρου τοῦ οὐρανίου, ὁ πόκος ὁ θεόδροσος, χαῖρε Κόρη· κραταίωσον τοὺς δούλους σου χαῖρε ψάλλειν, ἡ φῶς ἀπρόσιτον, Θεογεννήτρια, τοῖς ἐν σκότει λάμψασα τῷ θείῳ τόκῳ σου.

Ἐκλύτρου τῶν διψώντων αἰσχύνης πλῆσαι ψυχήν μου, ἵνα χαῖρε ἀπηλπισμένων ἐλπὶς ἀναβοῶ σοι, χαῖρε λυχνία καὶ ὄρος ἅγιον, Θεοχαρίτωτε· χαῖρε τὸ διάσωσμα τῶν τιμώντων σε.

Ζωὴν ἡ τὴν ἀνώλεθρον χαῖρε κόσμῳ ἐκβλύσασα τῷ τόκῳ σου, χαῖρε πύλην διάρασα ἀνθρώποις τὴν οὐρανίαν· βοῶντας χαῖρέ σοι, Θεογεννήτρια, αἰωνίου ἔμπλησον χαρμονῆς ἡμᾶς.

Θεόδμητον παλάτιον χαῖρε, Κόρη, ἀγλάισμα τοῦ γένους καὶ προστασία, κυρία χαῖρε κόσμου καὶ θεία σκέπη, τὸ χαῖρε ὅπως σοι ἀπαύστως μέλπωμεν, ἀναγκῶν καὶ θλίψεων ἐξελοῦ ἡμᾶς.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἡ ἔμψυχος κιβωτός, χαῖρε πλάκας τῆς χάριτος θεοτεύκτους φέρουσα, Θεοχαρίτωτε, χαῖρέ σοι πόθῳ τοὺς κραυγάζοντας ἐκ παντοίων ῥυσθῆναι καθικέτευε.

Θεόμορφον καὶ θειότατον, χαῖρε ἀνάκτορον, πειρασμῶν καὶ θλίψεων καὶ νοσημάτων ἐκλύτρωσαι χαῖρε τοὺς βοῶντάς σοι, τετυρωμένον καὶ πῖον ὄρος, Πάναγνε.

Ἰάσεων χαῖρε κόσμῳ πηγὴν ἡ ἐκβλύσασα, χαῖρε λύπην λύσασα τῶν προπατόρων τῷ τόκῳ σου, ἀλλ’ ὡς προστασία μου μανίας ῥῦσαι καὶ βλάβης ἐχθραινόντων μοι.

Ακράδαντον χαῖρε τεῖχος πιστῶν ἄβυσσον τοῦ ἐλέους τέξασα Θεογεννήτρια, ἔπιδε πάντας δεομένους σου καὶ τρικυμίαις τοῦ βίου ἀπολύτρωσαι.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Κατὰ παθῶν ἐξανάστησον, Κόρη, τῶν ὀλεθρίων πόθῳ τοὺς τὸ χαῖρέ σοι ἐκβοῶντας αὐγὴ ἡμέρας μυστικῆς, χαῖρε ὄρος, Θεογεννῆτορ, ἀλατόμητον, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Φύσις ἀρᾶς, παντευλόγητε, χαῖρε, ἁμαρτανόντων χαῖρε ἱλαστήριον· χαῖρε βάθος τοῦ θείου ὕψους δυσανάβατον, χαῖρε ἀσθενούντων, Θεοχαρίτωτε, ἴασις· ἡμᾶς νοσημάτων ἀπάλλαξον.

Μετὰ Θεὸν τοὺς βοῶντάς σοι, χαῖρε ἐλπὶς καὶ σκέπη, χαῖρε ἐνδιαίτημα θείας δόξης, παραμυθία τῶν ἐν θλίψεσι χαῖρε, πάσης βλάβης, ἁγνή, καὶ θλίψεως λύτρωσαι ἡμᾶς τοὺς εἰς σὲ καταφεύγοντας.

Νέκταρ πιστοὺς ἡ ποτίσασα χαῖρε παλινζωΐας, χαῖρε τοῦ ἀδύτου φωτὸς νεφέλη, λυχνία χαῖρε φωτισμὸν τοῖς ἐν σκότει παρασχοῦσα, Θεογεννήτρια· σκότους ἐξωτέρου ἡμᾶς ἀπολύτρωσαι.

ᾨδὴ ς΄. Ἤχου ῥημάτων δεήσεως.
Νεῦσον αἰτήσει τῶν χαῖρέ σοι ἐπιβοώντων γέφυρα, δι’ ἧς περαιοῦται, Κόρη πανσεβάσμιε, τῶν σῳζομένων πληθὺς θείαν πρὸς ἐπίγνωσιν.

Ξύλον ζωῆς χαῖρε, Δέσποινα, ἡ ἐξανθήσασα τὸ νοητόν, ἐξ οὗ φαγόντες ὄντως οὐ θνῄσκομεν καὶ ἀρᾶς προπατορικῆς, ἄχραντε, ἐῤῥύσθημεν.

Ὄρεξον χεῖρα τοῖς χαῖρέ σοι ἐπιβοῶσι, πάναγνε, ἀεὶ καὶ παντοίας κακώσεως ῥῦσαι, Παρθένε, ἡμᾶς καὶ φρικτῆς κολάσεως.

ᾌδοντας χαῖρε τῷ κράτει σου ἀπὸ παντοίας ῥῦσαι συμφορᾶς, καὶ εἰρήνης, Κόρη πολυΰμνητε, τὸν τῆς εἰρήνης Θεὸν ὡς τεκοῦσα ἔμπλησον.

Κάθισμα.
Ἦχος β΄. Εὐσπλαγχνίας ὑπάρχουσα.
Τίς εἶδε, τίς ἤκουσε μητέρα τίκτουσαν τὸν ἑαυτῆς Δημιουργόν, τὸν διδόντα τροφὴν πάσῃ σαρκί; ὦ τοῦ θαύματος! θρόνος χερουβικὸς ἐδείχθη ἡ γαστήρ σου, Θεοτόκε κεχαριτωμένη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Πυρὶ πειρασμῶν φλεγομένους ἡ πηγὴ τῶν τεραστίων σῇ μεσιτείᾳ καταδρόσισον, Θεοχαρίτωτε, ᾄδοντας χαῖρε ἡ ὀμβρήσασα κόσμῳ σωτηρίας τὰ νάματα, χαῖρε Παράδεισε τρυφῆς, χαῖρε πιστῶν προσφυγή.

Ῥημάτων, σεμνή, τῶν τὸ χαῖρέ σοι ψυχῆς ἐν εὐφροσύνῃ ψαλλόντων, Κόρη Παναμώμητε Θεογεννήτρια, ἄκουσον πάσης προσβολῆς ἐναντίας ῥυομένη τῷ κράτει σου ἐξ ἐχθρῶν νοητῶν καὶ αἰσθητῶν ἐσαεί.

Σκηνὴ τοῦ Θεοῦ χαῖρε δόξαν ἡ βροτοῖς διηγουμένη, λυχνία χαῖρε, Παρθένε, τῆς χάριτος πλάκας ἡ κατέχουσα, Κόρη, τῆς ζωῆς χαῖρε τράπεζα ἄρτον οὐράνιον ἡμῖν παρεχομένη ἀεί.

Σκοτίας κρημνοῦ τῶν αἱρέσεων ἡμᾶς, Παρθένε, ῥῦσαι βοῶντας, χαῖρε στῦλε πύρινε, Θεογεννήτρια, λήξεως δεῖξον δὲ ἀεὶ κληρονόμους οὐρανίου τοῦ ψάλλειν σοι, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τράνωσον γλώσσας τὰς ἡμῶν, χαῖρε, Πάναγνε, βοᾶν, ἐλπὶς τοῦ κόσμου, τὸ ἀπόρθητον τεῖχος, τοὺς σοὺς ἱκέτας, ἁγνή, ποικίλων συμφορῶν καὶ θλίψεων ἐξελοῦ καὶ τρίβους ὑπόδειξον ἐνθέους.

Ὕψιστον, χαῖρε, τοῖς βροτοῖς σωματώσασα Θεὸν ἀφράστῳ τρόπῳ· τῶν πιστῶν χαῖρε σκέπη· τοὺς σὲ ὑμνοῦντας ἀεί, Παρθένε, κληρονόμους ἔργασαι τῆς ἐπουρανίου τρυφῆς καὶ βασιλείας.

Φρύαγμα σβέσον καθ’ ἡμῶν ἐπεμβαίνειν ἀφειδῶς ὁπλιζομένων, ἵνα χαῖρε βοῶμέν σοι, Θεομῆτορ, ἀεὶ τῇ μόνῃ ὑπερτέρᾳ κτίσεως πάσης ἀοράτου καὶ ὁρωμένης, Κόρη.

Ἵνα φωναῖς περιχαρῶς ἀναγγέλλωμεν τὰ σά, πηγὴ ἐλέους, μεγαλεῖα, ἐκ νόσου, Παρθενομῆτορ, τῇ σῇ πρεσβείᾳ ἐξελοῦ τὸ χαῖρέ σοι ἐπιβοωμένους, ὑπερευλογημένη.

Αἰνοῦμεν. Ὁ Εἰρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Χριστοῦ χαῖρε ἔμψυχος ἡ βίβλος· τοὺς ἐκ πόθου σοι ἐκβοῶντας τὸ χαῖρε, Θεοχαρίτωτε, χαῖρε τὸ κατάσκιον ὄρος, ὡς ἐπὶ σοὶ θεμένους ἐλπίδα ἡμᾶς, παντευλόγητε, δυσχερείας πάσης λύτρωσαι.

Ψυχῆς φωτισμὸν ἡμῖν καὶ τῶν σωμάτων ἴασιν, τοῖς τὸ χαῖρε βοῶσί σοι, Παναμώμητε, πάρεξον ταχέως, λυχνία ἡ θεαυγής· καὶ στάσιν λιταῖς σου ἐν ὥρᾳ τῆς κρίσεως δεξιὰν ἡμῖν ἐξαίτησον.

Ὠσθείς κατενήνεγμαι πρὸς ᾍδην ὁ ταλαίπωρος, ἀλλὰ χεῖρα πρὸ τέλους, Θεογεννήτρια, δίδου μοι βοῶντί σοι, χαῖρε ἡ φωτεινὴ νεφέλη, καὶ πάσης μανίας ἐξάρπασον τῶν μισούντων με, Θεόνυμφε.

Οὐδεὶς ἐν σοὶ πέποιθε καὶ κατῃσχύνθη πώποτε, ἀειπάρθενε Κόρη Θεοχαρίτωτε· ὅθεν τοὺς προσφεύγοντας πίστει τῷ σῷ ναῷ καὶ πόθῳ βοῶντας ἀγγέλου τὸ χαῖρέ σοι μὴ ἐλλείπῃς περιέπουσα.

Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ὁ ἀείρους ποταμός, χαίροις ἀνεξάντλητε κρήνη πλήρης ὑδάτων πολλῶν, δι’ ὧν καταρδεύεται ἡ κτίσις ἅπασα καὶ καρδίαι εὐφραίνονται τηκόμεναι δίψει καὶ φλογμῷ κρατούμεναι τῶν παραπτώσεων· χαίροις φωτεινὸν τοῦ Δεσπότου καὶ τερπνὸν παλάτιον, Κόρη, χαίροις τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

Χαῖρε, Παναγία, ἀπαρχὴ ἀνθρωπίνου γένους, Παρθένε, ἐξ ἧς ἀνέπλασε φύσιν βροτῶν ἅπασαν Χριστὸς ὁ Κύριος, χαῖρε γῆ ἀγεώργητε καὶ ἄρουρα θεία ἡ καρποφορήσασα ζωῆς τὸν ἄσταχυν, χαῖρε προφητῶν ἡ διόπτρα, χαῖρε Ἀποστόλων ἡ δόξα, χαῖρε τῶν μαρτύρων τὸ κραταίωμα.

Χαῖρε τῆς ἀκτίστου καὶ κτιστῆς φύσεως μεθόριον μόνη, ἁγνή, ὑπάρχουσα, χαῖρε πολυσύνθετον χαρίτων, Πάναγνε, χαῖρε ἔμψυχος Δέσποινα, καλῶν ἀγαθῶν τε ἀνακεφαλαίωσις, χαῖρε ἑστία κοινὴ θείων ἀνθρωπίνων τε ἅμα καὶ ἀγγελικῶν, Θεοτόκε, δωρεῶν καὶ μέγα οἰκητήριον.

Πλῆσον εὐφροσύνης τὴν ἐμὴν νῦν, Θεοκυῆτορ Παρθένε, καρδίαν, δέομαι· ἤλθοσαν γὰρ ὕδατα ἕως αὐτῆς ἀληθῶς, εἰς ἰλὺν ἐνεπάγην δὲ βυθοῦ ἀπωλείας ἤδη καὶ εἰς πέταυρον ᾍδου προσήγγισα· σὺ οὖν ὡς τῷ Πέτρῳ μοι χεῖρα ὄρεξον, ἀνύμφευτε Μῆτερ, τῆς φιλανθρωπίας σου καὶ σῶσόν με.