Πέμπτη Εσπέρας

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟῦ ΣΤΟΥΔΙΤΟΥ.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἐν φωναῖς ᾀσμάτων ἱερῶν αἶνον χαριστήριον χρεωστικῶς τῇ Θεοτόκῳ ᾄδω σοι, ἀνθ’ ὧν περισῴζεις με ἀπὸ πάντων, ὧν ἔσχον σε βοήθειαν· σὺ μετὰ Θεὸν γάρ, Δέσποινα, ὑπάρχεις μοι προσφύγιον.

Ἐν παντὶ ἐξαίφνης θροϊσμῷ μόνον σου τὸ ὄνομα ὅτι φωνῶ καὶ δέους ἀπαλλάττομαι· τοιαύτη ἡ χάρις σου καὶ τηλικαύτη ἡ ἄμετρος βοήθεια, ᾗ πᾶς ὁ προστρέχων, Δέσποινα, ἐξ ἀναγκῶν λελύτρωται.

Ἐμπεσὼν εἰς σάλον πειρασμῶν πότε σε ἐζήτησα καὶ οὐ ταχὺ ἐῤῥάισας τὸν κλύδωνα; τὸν νοῦν μου εἰρήνευσας, ἀπὸ παντοίας ἐπηρείας ἐξήρπασας; Ὅθεν εὐλογῶ σε, Δέσποινα, καὶ ἀνυμνῶ τὸ κράτος σου.

Ἀπογνοὺς τῷ πλήθει τῶν δεινῶν ἔκλαυσα καὶ εὗρόν σε προασπισμὸν τῶν ἀναγκῶν ἐξαίρουσαν, πάντοτε προφθάνεις με, ἀδιαλείπτως προστασία ὑπάρχεις μοι· ὅθεν εὐλογῶ σε, Δέσποινα, καὶ ἀνυμνῶ τὸ κράτος σου.

ᾨδὴ γ΄. Στειρωθέντα μου τὸν νοῦν.
Τίς αἰνεῖν σε γηγενῶν κατ’ ἀξίαν ἱκανοῖ, Παρθενομῆτορ; Σὺ γὰρ ἐν γυναιξὶ μόνη ὤφθης ἐκλεκτὴ καὶ παμμακάριστος.

Οὐρανὸς σὲ ἀνυμνεῖ καὶ ἡ γῆ σὲ εὐφημεῖ, μεθ’ ὧν κᾀγώ σοι ὀφειλὰς ἀποδιδοὺς ἀνθ’ ὧν ὤφθης μοι σωτήρ, Θεογεννήτρια.

Πεποιθήσει τῇ εἰς σὲ λυτρωθεὶς ἐκ πειρασμῶν σοὶ ἀνακράζω ἐκ βαθέων ψυχῆς, σύ μου σκέπη κραταιά, Θεοχαρίτωτε.

Συσχεθέντα ἐν δεινοῖς ἀπογνόντα καὶ τοῦ ζῆν, ἠλέησάς με ἡ ἐλπὶς τῶν βροτῶν ἐξελοῦσα τῶν κακῶν ῥοπαῖς σου, Δέσποινα.

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου σου.
Τὴν φοβεράν σου ἐπίκλησιν ὁπηνίκα ἀκούσῃ ἡ δαιμόνιος πληθύς, ἀποδιδράσκει ὡς ἐκ πυρὸς δειματουμένη· ὅθεν μου φωνοῦντος, Θεοτόκε, βοήθει, ἐπακούειν μὴ παρίδῃς, ἀγαθή.

Τὸ ἐπιπόθητον ὄνομα ἐν εἰκόνι σου βλέπω, τὴν Κυρίαν τοῦ παντός· καὶ γὰρ ἐν ταύτῃ θαυματουργεῖς βρύουσα χάριν καὶ τὸν ἐν πεποιθήσει προσιόντα σοι δοῦλον ἐξαιροῦσα, Θεοτόκε, τῶν δεινῶν.

Εὐχαριστήριον αἶνόν σοι κατὰ χρέος ἐπᾴδω, ὑπερύμνητε ἁγνή, ὅτι προφθάνεις ἐν οἰκτιρμοῖς τὸν σὸν ἱκέτην, ὅτι με ἐμπαρέντα παγίσιν ἀφύκτοις τῶν κακούντων ἐλυτρώσω θαυμαστῶς.

Σωματικοῖς κατεῤῥύπωσα πάθεσι τὴν ψυχήν μου ὁ πανάθλιος ἐγώ, ἀλλ’ ἐπὶ σὲ τὴν ἀμώμητον Κόρην πίστει προστρέχω· ὅθεν μή με παρίδῃς, ἄκουσον τοῦ κλαυθμοῦ μου καὶ πρόσδεξαι τῆς ψυχῆς μου τὸν πόθον.

ᾨδὴ ε΄. Ὅτι νὺξ τῶν παθῶν.
Ὅτι σὺ εἶ ἡ ἰσχὺς τῆς ἀσθενοῦς καρδίας μου, εἰκότως ἀνυμνῶ, ἁγνή, καὶ φθέγγομαι. Τί κραταιά σου ἡ ῥοπὴ τῆς δυνάμεως ἐν προστασίαις!

Ὅτι σοῦ ἡ εἰκὼν θαυματουργεῖν ἐγνώρισται, ῥωννύμενος ἐν αὐτῇ, ἁγνή, προσφθέγγομαι. Τί ὡραιώθη ἡ μορφὴ τοῦ προσώπου σου, Θεογεννῆτορ!

Ὅτι σοὶ ἐμαυτὸν προσαναθεὶς ἐπήλπισα, βοήθεια κατ’ ἐχθρῶν γενοῦ μοι Δέσποινα· σοῦ ἡ πρεσβεία γὰρ σεπτὴ καὶ ἡ δύναμις ἀμαχωτάτη.

Ὅτι σὲ ἐν δεινοῖς ἐπικουρεῖν ἐζήτησα, εὐήκοος ἱλασμὸς ἔσο μοι, Δέσποινα· σὺ σωτηρίας γὰρ ἐλπὶς τοῦ ἱκέτου σου, Θεογεννῆτορ.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτημάτων.
Ἄβυσσος τῆς ἁμαρτίας καταποντίζει τελείως τὴν ἀθλιεστάτην μου ψυχήν, πάναγνε Δέσποινα. Σὺ χεῖρά μοι βοηθείας παράσχου.

Ἄβυσσος τῆς εὐσπλαγχνίας ὑπάρχουσα, Θεοτόκε, τῶν ἐν τῇ ἰλύι τῶν παθῶν δεινῶς ἐμπαγέντα με ἀνάγαγε ἀπαθείας πρὸς ὕψος.

Χαῖρέ σοι ἀναβοῶμεν αἰσίως τὸ τοῦ Ἀγγέλου, τῇ ὑπεραμώμῳ Παρθένῳ, χαῖρε χαράκωμα τῶν δούλων σου καὶ ἀνέδρευτον ἕρκος.

Χαῖρέ σοι τῇ πανυμνήτῳ καὶ ἀπειράνδρῳ Παρθένῳ, νῦν προσάγω, Κόρη, χαρμονικῶς, χαῖρε ἀντίληψις καὶ καύχημα τῶν εἰς σὲ προστρεχόντων.

Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ μόνη Θεὸν ἀσπόρως ἀποτέξασα καὶ πάλιν ἁγνὴ μετὰ τὸν τόκον μείνασα, σοὶ προσπίπτομεν, Δέσποινα, μετὰ φόβου καὶ πόθου κραυγάζοντες, ἐκ παθῶν καὶ νόσων δεινῶν καὶ θλίψεων πασῶν ἡμᾶς λύτρωσαι.

ᾨδὴ ζ΄. Ἐν τῇ φλογοφόρῳ καμίνῳ.
Ἐν παρθενικῇ σου νηδύι ὡς ἐν οὐρανῷ ἑπτακύκλῳ βαστάζεις Θεόπαις τῶν πάντων Κτίστην, καὶ τεκοῦσα ὡς πρὶν πάναγνος διαμεμένηκας, ἁγνή, φοβερὸν τὸ θαῦμα!

Ἐν πολυστενάκτῳ ὀδύνῃ ὡς ἐν πυριφλέκτῳ καμίνῳ ὑπῆρχον ὁ παῖς σου, Θεογεννῆτορ, καὶ ἐῤῥύσθην ταῖς πρεσβείαις σου τῆς συνεχούσης με ποινῆς, ὡς φλογὸς οἱ Παῖδες.

Εὐχαριστηρίους ᾠδάς σοι ὡς κυριακὴν εὐπορίαν προσφέρω ὁ παῖς σου, Θεογεννῆτορ· ἀνυμνῶ σου τὴν ἀντίληψιν καὶ προστασίαν φοβεράν, αἷς ἀεί με σκέπεις.

Σὺ τῇ περιλύπῳ ψυχῇ μου φάρμακον ἡδῦνον ταύτην ὑπάρχεις ὡς εὔσπλαγχνος, σεμνὴ Μαρία, ἐμποιοῦσα φῶς ἐγκάρδιον τοῖς σκοτεινοῖς μου λογισμοῖς καὶ φρουροῦσα σῴζεις.

ᾨδὴ η΄. Παῖδες ἅγιοι καμίνῳ.
Θείοις ᾄσμασι ποικίλω σοι τὸν ὕμνον, ἁγνή, ὑπέρ τῆς εἰς ἐμὲ εὐκταίας σκέπης σου· σὲ γὰρ ἐν πειρασμοῖς ἐξεῦρον δρόσον ζωῆς τοὺς πόνους ἀναψύχουσαν καὶ παρορμῶσαν ψάλλειν με· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σύ μου Δέσποινα ἐλπὶς καὶ προσφυγὴ κραταιὰ ἐν περιστατικοῖς ἀγῶσι φθάσαντος· ἐν σοὶ γὰρ πεποιθὼς ἐπιβουλὰς δυσμενῶν δυναμωθεὶς ἐκτρέπομαι καὶ εὐχαρίστως φθέγγομαι, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Πόῤῥω βέβλησο δαιμόνιος πληθὺς πονηρά, ὅτι μοι συμμαχεῖ μεγάλη δύναμις, αὕτη Μήτηρ Θεοῦ, κλῶσα πάγας τὰς σὰς κᾀμὲ διαφυλάττουσα ὡς ἐκ παγίδος ὄρνεον εἰς τὸ βοᾶν ἀνελλιπῶς· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Μόνη, ἄχραντε, διήλεγξας θεσμοὺς φυσικούς, ὅτι ἄνευ σπορᾶς Υἱὸν γεγέννηκας ἔχουσα ἐνταυτῷ παρθενικὴν ἀστραπὴν καὶ μητρικὴν συγγένειαν καὶ σοῦ τὸ θαῦμα ᾄδεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Θεοτόκε Μαρία Πανύμνητε.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Παῖδες ἅγιοι καμίνῳ ἐμβληθέντες ποτὲ καὶ τὴν φλόγα δροσοβολοῦσαν θεώμενοι Ἀγγέλου ὡραίου ἐπιστασίᾳ φρικτῇ συμφώνως οἱ τρεῖς ἔμελπον, δοξολογοῦντες καὶ κράζοντες· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Τῶν γηγενῶν τίς ἤκουσε.
Τῶν γηγενῶν τίς αἶνόν σοι οὐ πλέξει; ἢ τίς ἐγκώμια οὐ φῇ; ὅτι πρέσβυς ὑπάρχεις εἰς Θεὸν ἅπασι, μεθ’ ὧν κᾀμοῦ ἐπὶ πᾶσι τοῦ σοῦ οἰκέτου, ἀνθ’ ὧν καὶ ἀναμέλπω καὶ ἐν ᾠδαῖς, Θεοκυῆτορ Μαρία, μεγαλύνω σε.

Ἐν συμφοραῖς λαμπρότερον ἡλίου ἐναπαστράπτει σου τὸ φῶς τῆς κραταιᾶς προστασίας διασκεδάζουσα τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου· διὸ καὶ ἀναμέλπω καὶ ἐν ᾠδαῖς, Θεοκυῆτορ Μαρία, μεγαλύνω σε.

Ἐν γυναιξὶ σὺ μόνη ἐξεπληρώσω θαῦμα πανθαύμαστον, ἁγνή, τεκοῦσα καὶ μὴ φθαρεῖσα τὴν παρθενίαν σου· ὁ ὑπὲρ φύσιν γὰρ τὴν φύσιν καινοτομῶν αὐτὸς Θεὸς ἁπάντων ὁ κυηθείς· διό σε πίστει καὶ πόθῳ ἀπαύστως μεγαλύνομεν.

Πάντες ὁμοῦ τὸ χαῖρέ σοι βοῶμεν, ὡς γεννησάσῃ τὴν χαρὰν καὶ βραβευθείσῃ πρεσβείᾳ πᾶσι τοῖς πέρασιν· ὡς καὶ ἐμοῦ προστασία τοῦ σοῦ ἱκέτου, τοιαύτη σου ἡ χάρις· διό σε ἐν ᾠδαῖς, Θεοκυῆτορ Μαρία, μεγαλύνομεν.

Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ἣν ἑώρακέ ποτε, πύλην κεκλεισμένην προφήτης θείῳ ἐν Πνεύματι, μόνος ἣν διώδευσε πάντων ὁ αἴτιος, χαῖρε ἔξοχον ἄκουσμα, παράδοξον θαῦμα, χαῖρε στάμνε πάγχρυσε τὸ μάννα φέρουσα· χαῖρε θησαυρὲ πενομένων, χαῖρε ἀσθενούντων ἡ ῥῶσις, χαῖρε δυστυχούντων ἡ ἀνόρθωσις.

Χαῖρε ἡ ἀέναος πηγή, τοῦ χρυσαυγεστάτου, Παρθένε, καὶ θείου νάματος, χαῖρε ἡ ἀντίληψις καὶ προστασία βροτῶν, χαῖρε ἅγιον οἴκημα τοῦ πάντων Δεσπότου, σκεῦος καθαρώτατον, μύρον πολύτιμον· χαῖρε ὁ θεόδροσος πόκος, πάλαι Γεδεὼν ὃν προεῖδε Πνεύματι τῷ θείῳ ἐλλαμπόμενος.

Χαίροις τοῦ ἐλέους ποταμέ, χαῖρε μυστηρίων διόπτρα καὶ θύρα Πάναγνε, χαῖρε ἀνεξάντλητε γλυκεῖα θάλασσα χαρισμάτων τοῦ Πνεύματος, χαῖρε ἀιδίων στεφάνων ἡ πρόξενος θεοπρεπῶν τε γερῶν· χαῖρε τὸ ἐγκώμιον κόσμου, παντὸς ἐγκωμίου καὶ λόγου ἀσυγκρίτῳ μέσῳ ὑπερέχουσα.

Ἆρόν σου τὰς χεῖρας ἀγαθή, πρὸς τὸν σὸν Υἱὸν καὶ μαστούς σου, οὕσπερ ἐθήλασε, δεῖξον καὶ σπαργάνων τε τοῦτον ὑπόμνησον, τὰ ἐκείνου ἀνάμιξον τοῖς σοῖς Θεοτόκε, τὸν Σταυρόν, τοὺς ἥλους τε, τὴν λόγχην, αἵματα, τραύματα καὶ ἅπαντα πάθη καὶ οὕτως ἱλέωσον τοῦτον ἐφ’ ἡμῖν καὶ ῥῦσαι τῆς κολάσεως.