Τετάρτη Εσπέρας

Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΝΙΚΟΜΗΔΕΙΑΣ ΓΕΩΡΓΙΟΥ,

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Δόξα τῇ σῇ κυοφορίᾳ, Πανάμωμε· τοῖς ἐξ Ἀδὰμ γὰρ λύτρωσιν εὐηγγελίσατο καὶ νεκροῖς αἰωνίοις τὴν τῆς ἀθανασίας ὁδὸν ἐκαίνισεν.

Σὺ τὸ χρυσοῦν θυμιατήριον, Δέσποινα, ἐν ᾧ περ τὸ χειρόγραφον τὸ τοῦ προπάτορος κατεκαύθη τῷ θείῳ πυρὶ προσομιλῆσαν τοῦ ἐν σοὶ ἄνθρακος.

Χαῖρε χρυσῆ στάμνε τοῦ Μάννα διάδοχε, χαῖρε πηγὴ ἀκένωτε τοῦ ζῶντος ὕδατος, Θεοτόκε Παρθένε, ζωοῦσα καὶ δροσίζουσα τοὺς ὑμνοῦντάς σε.

Γνῶσιν Θεοῦ ἅπαντες κατεπλουτίσθημεν οἱ ἐπιγνόντες, Δέσποινα, σὲ Θεομήτορα καὶ Κυρίαν ἁπάντων τοῖς πράγμασι τοὺς λόγους ἐπισφραγίζοντες.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον δεῦτε ὑμνήσωμεν πιστοὶ κραυγάζοντες, χαῖρε κόσμου Δέσποινα Θεοχαρίτωτε.

Σὲ βάτος ἀκατάφλεκτος προετύπου, τὴν ἔμψυχον καὶ ἔμπνουν καὶ ζῶσαν βάτον· τὸ πῦρ γὰρ τῆς Θεότητος συλλαβοῦσα ἄφλεκτος ἔμεινας, Θεογεννήτρια· διὸ τοῦ ἀσβέστου με πυρὸς ἐξάρπασον.

Δαβὶδ ὁ σὸς προπάτωρ καὶ Θεοπάτωρ καλεῖ σε θυγατέρα καὶ βασιλίδα, ἡμεῖς δέ σε Παρθένον καὶ Θεοτόκον, τὸ ξένον ἄκουσμα τῆς οἰκουμένης, ἁγνή, καὶ τὸ μέγα καύχημα τῶν τιμώντων σε.

Εὑρών σε τῶν Ἀγγέλων καθαρωτέραν ὑπέδυ τὴν γαστέρα σου τὴν ἁγίαν ὁ φῶς οἰκῶν ἀπρόσιτον, Θεοτόκε, καὶ ὤφθη ἄνθρωπος ἐκ σοῦ σαρκούμενος ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνολογοῦντες, ἄχραντε, τὸν ἐν γαστρὶ τῇ σῇ σωματωθέντα σὲ δοξολογοῦμεν ὡς Θεομήτορα.

Λελυτρωμένοι, πάναγνε, τῶν ζοφερῶν τοῦ ᾍδου κενεώνων τῷ θείῳ σου τόκῳ σε μακαρίζομεν.

Ῥῦσαι πάσης κακώσεως τοῦ δυσμενοῦς, Παρθένε, τοὺς εἰδότας ἀληθῶς Θεοῦ σε Μητέρα πάναγνον.

Ὡς λιμένα σε ἔχοντες, καὶ ἀσφαλῆ τοῦ κόσμου σωτηρίαν, Θεοτόκε, ἅπαντες σοὶ προστρέχομεν.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Τὴν ὀφειλὴν τῆς προμήτορος Εὔας σύ, Θεομῆτορ, ἀπέτισας σάρκα ἠμφιεσμένον ἐκ σοῦ τεκοῦσα τὸν Σωτῆρα τοῦ κόσμου· ὅθεν πάντες σε μακαρίζομεν, κεχαριτωμένη Μαρία Πανάμωμε.

Ὑπὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα, Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων τοῦ λυτρωθῆναι ἐκ παθῶν καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων καὶ αἰωνιζούσης φλογὸς καὶ κολάσεως.

Αἴγλῃ τῇ σῇ, Θεομῆτορ, τὸν νοῦν μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον, Παρθένε, τῆς ἀγνοίας τὸν ζόφον καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.

Ῥάβδῳ τῆς σῆς ἀντιλήψεως ῥήξασα τὴν πώρωσίν μου δάκρυα πηγάζειν ἀξίωσόν με, τὴν φοινικὴν δὲ τῶν παθῶν μου πλημμύραν ὥσπερ ἄλλην θάλασσαν τεμοῦσα ἐρυθρὰν πρὸς γῆν ἀπαθείας τὸν νοῦν μου ὁδήγησον.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωματοῦται ὁ Λόγος ἐν μήτρᾳ σου καὶ δι’ εὐσπλαγχνίαν γνωρίζεται ἄνθρωπος, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, Κόρη πανάμωμε.

Δι’ ἐμὲ κατ’ ἐμὲ ἐχρημάτισε βρέφος ὁ παντέλειος ἀνακαινίζων με παλαιωθέντα πάθεσι διὰ σοῦ, Παναγία Θεόνυμφε.

Καλυφθεῖσαν δεινῶς τὴν καρδίαν μου τοῖς τῶν ἀποῤῥήτων πταισμάτων μου κύμασι τῇ πανσθενεῖ πρεσβείᾳ σου, Παναγία Παρθένε, διάσωσον.

Γηγενεῖς τὸν σὸν τόκον γεραίρουσι καὶ δοξολογοῦσιν ἀγγέλων τὰ τάγματα, καὶ σὲ Θεογεννήτριαν ἀειπάρθενον Κόρην δοξάζουσιν.

Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐκ πόθου ψυχῆς προστρέχω νῦν τῇ σκέπῃ σου αἰτούμενος, ἁγνή, τὴν λύσιν τῶν πταισμάτων μου· μὴ ἀπώσῃ, ἄχραντε, ἀλλ’ εὐσπλάγχνως πρόσδεξαί με κράζοντα, ἡ Θεὸν σαρκωθέντα κυήσασα νοσοῦσαν τὴν ψυχήν μου θεράπευσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Θεοῦ καθαρὸν οἰκητήριον καὶ ἄσπιλον, Παρθένε, ναόν με ποίησον τοῦ Πνεύματος τοῦ παναγίου γενόμενον σπήλαιον λῃστῶν ἀκαθάρτων, ἵνα πόθῳ κραυγάζω σοι· εὐλογημένος ὁ καρπὸς τῆς σῆς κοιλίας, ἁγνή.

Ὑλώδη εὑρὼν τὴν καρδίαν ὁ ἐχθρὸς ἐνέκρωσέ μου, ἀλλά με σθένος θεῖον ἔνδυσον καὶ ἐκνικῆσαι ἀξίωσον τοῦτον, ἀειπάρθενε Κόρη, ἵνα πίστει κραυγάζω σοι· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Ὁ πάλαι τοὺς τρεῖς νεανίας ἐκ καμίνου καιομένης, Χριστέ μου Λόγε λυτρωσάμενος, αὐτὸς κᾀμὲ ταῖς δεήσεσι τῆς ἀπειρογάμου Μητρός σου τῆς φλογὸς ἧς ἐξέκαυσα τῶν ἀμετρήτων μου κακῶν ῥῦσαι καὶ σῶσόν με.

Ἰδού σε, ἁγνή, πᾶσα φύσις γηγενῶν δοξολογοῦσιν ὑπερθαυμάζοντες τὸ μυστήριον τῆς σῆς κυήσεως, ἄχραντε, καὶ χαρμονικῶς ἐκβοῶντες τῷ ἐκ σοῦ ἀνατείλαντι, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τὴν παναγίαν κιβωτόν, τὴν ὑπέρτιμον σκηνήν, τὴν θείαν στάμνον, τὴν λυχνίαν, τὴν πλάκα, τὸν φωτοφόρον ναόν, τὸν θρόνον τοῦ Θεοῦ τὸν ἔνδοξον, τὴν ἁγνὴν Παρθένον ὑμνήσωμεν συμφώνως.

Ἰδοὺ γεγέννηται ἐκ σοῦ, Ἡσαΐας ἐμφανῶς, ἁγνή, ἐβόα, ὁ Υἱὸς τοῦ Ὑψίστου καὶ σὸς ὁρᾶται Υἱός, Παρθένε, υἱοὺς ἐργαζόμενος τοῦ ἐπουρανίου Πατρὸς τοὺς σὲ ὑμνοῦντας.

Μὴ διαλίπῃς ἐκτενῶς, τὸν Υἱόν σου καὶ Θεὸν καθικετεύειν ὑπὲρ τῶν προσκυνούντων καὶ ἀνυμνούντων πιστῶς τὴν χάριν τὴν σήν, Θεονύμφευτε μόνη Παναγία ὑπερευλογημένη.

Ὅλος ἐσκότισμαι τὸν νοῦν, ὅλος δαίμοσιν αἰσχροῖς κατεδουλώθην, ἀλλὰ σοῦ καταφεύγω τῇ σκέπῃ τῇ κραταιᾷ, Παρθένε, καὶ βοῶ σοι, σῶσόν με τῇ σῇ μεσιτείᾳ, ἡ Κεχαριτωμένη.

Αἰνοῦμεν. Ὁ Εἰρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεὸν ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Σὲ εὐλογοῦσιν ἄνω τάξεις τῶν ἀσωμάτων καὶ ἀνυμνοῦσιν ἅπαντα, Πανύμνητε, ἀνθρώπων πλήθη κάτω, γῆ καὶ οὐρανὸς καὶ θάλασσα κοινῇ χορείᾳ, παναρμονίῳ μέλει, παγκόσμιον ᾠδήν, χαῖρέ σοι χαρμοσύνως βοῶντα, Θεογεννήτρια.

Χαῖρε ἔμψυχε βάτε, καὶ πανάγιον ὄρος, χαῖρε πάγχρυσε στάμνε καὶ θεία τράπεζα, Παντάνασσα Μαρία, χαῖρε μυστικὴ νεφέλη καὶ πύρινε στῦλε, χαῖρε γέφυρα κόσμου καὶ κλῖμαξ οὐρανοῦ, χαῖρε καταφυγὴ καὶ προστάτις τῶν μελῳδούντων σε.

Πᾶσαν ὑπερεκπλήττει ἀκοὴν καὶ νοῦν ὅλως τὸ ὑπὲρ φύσιν ἄχραντε, μυστήριον τοῦ τόκου σου, πῶς Μήτηρ ἅμα καὶ Παρθένος γέγονας καὶ μετὰ τόκον πάλιν Παρθένος μένεις ἀπείρανδρος, ἁγνή! Ὅθεν σε Θεοτόκον κυρίως πάντες δοξάζομεν.

Ὕμνον ἔνθεον, Κόρη, τὸν παρόντα προσδέχου ἀντιδοῦσα χάριν τοῖς εἰς σὲ πεποιθόσι καὶ εἰρήνην αἴτησαι ταῖς Ἐκκλησίαις ἀεὶ παρασχεθῆναι, τοῖς βασιλεῦσι νίκας καὶ τρόπαια πιστοῖς, ἵνα χριστιανῶν πᾶσα γλῶσσα σὲ μεγαλύνωμεν.

Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε πᾶσα κτίσις σοι βοᾷ, χαῖρε Παναγία Παρθένε, χαῖρε τὸ σκῆπτρον Δαβίδ, χαῖρε ἡ βλαστήσασα βότρυν τὸν πέπειρον, χαῖρε πύλη οὐράνιε καὶ ἄφλεκτε βάτε, χαῖρε φῶς παγκόσμιον, χαῖρε Ἀγγέλων χαρά, χαῖρε Ἀποστόλων τὸ κλέος, χαῖρε τῶν Μαρτύρων ἀνδρεία καὶ τῶν ἀσκητῶν θεῖον ἐντρύφημα.

Χαῖρε ὄρος ὄντως ὑψηλόν, ὄρος ἀλατόμητον, χαῖρε ὄρος κατάσκιον, χαῖρε τὸ πιότατον ὄρος, ὡς ψάλλει Δαβίδ, χαῖρε ὅλης τῆς κτίσεως Κυρία, Παρθένε, χαῖρε ὅπλον ἄμαχον κατὰ βαρβάρων ἐχθρῶν, χαῖρε ἀμυντήριον θεῖον πάσης ἐπηρείας δαιμόνων, χαῖρε καταφύγιον τῶν δούλων σου.

Χαῖρε τῆς ἀγάπης τῆς διπλῆς πλάτος ἀδιόριστον, Κόρη, καὶ βάθος ἄπειρον τῆς θείας σαρκώσεως θεολογίας τε ὕψος ἀπερινόητον, προορισμοῦ θείου μῆκος προαιώνιον, Ὑπεραγία σεμνή· χαῖρε ἀκρωτήριον ὄντως τῆς καλῆς ἐλπίδος, Παρθένε, τοῖς ὠκεανὸν τοῦ βίου πλέουσι.

Στῆσον πεπτωκότα με δεινῶς καὶ κατεῤῥαγμένον εἰς χάος καὶ βυθιζόμενον πρόφθασον καὶ ῥῦσαί με τῆς νῦν κακώσεως, Παναγία πανύμνητε, καὶ μὴ καταισχύνῃς μηδὲ ἀποῤῥίψῃς με ἀπὸ προσώπου τοῦ σοῦ. Ποῦ γὰρ ἐφευρήσω ὁ τάλας ἄλλην προστασίαν ἐκτός σου; Δέσποινα τοῦ κόσμου, μὴ παρίδῃς με.