Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕὐΧΑΪΤΩΝ.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ὑπὲρ πᾶσαν φύσιν λογικὴν τὸν ἐξαμαρτήσαντα, ἡ ὑπερβᾶσα Ἀγγέλων τάγματα ἐν ἁγιωσύνῃ τε καὶ σεμνότητι καὶ νοὸς καθαρότητι σῶσόν με, Παρθένε, ἵνα σε γεραίρω τὴν Πανύμνητον.
Ἡδονῶν ὁ κλύδων σφοδρὸς αὔραις κυμαινόμενος τῶν τῆς κακίας πνευμάτων χειμάζει με, Κόρη ἀπειρόγαμε· μετανοίας με πηδαλίῳ ἰθύνασα πρὸς τοὺς ἀπαθείας ὅρμους τοὺς γαληνιῶντας ὅρμισον.
Λεπρωθέντα νοῦν καὶ τὴν ψυχὴν κάθαρόν με, Δέσποινα, ὡς τὸν λεπρὸν ὁ Υἱός σου ἐκάθηρε, θέλω καθαρίσθητι, ἐπειποῦσά μοι· καὶ γὰρ πάντα τῷ λόγῳ σου πείθεται τεκούσης Λόγον τοῦ Πατρὸς τὸν ὁμοούσιον.
Ὑλοτόμος Δέσποινα γενοῦ τὴν ὑλομανοῦσάν μου καὶ χερσωθεῖσαν καρδίαν καθαίρουσα καὶ προῤῥίζους τίλλουσα καὶ ἐκτέμνουσα καὶ πυρὶ θείῳ καίουσα τὰς ἀκανθηφόρους καὶ θανατηφόρους ἁμαρτίας μου.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἀνθρώπων σωτηρίας ἡ ζῶσα πύλη ὑπάνοιξόν μοι πύλας δικαιοσύνης καὶ θύραν μετανοίας, ὡς ἂν ἐν ταύταις ἐξομολόγησιν καὶ ἐξαγόρευσιν εἰσελθὼν προσάξαιμι τῷ Κυρίῳ μου.
Σφραγῖδί με σημείωσον καὶ τῷ τύπῳ τῆς σκέπης σου ψυχῆς μου ἐν τῷ μετώπῳ, ὡς ἂν ἀπὸ προσώπου φύγοιμι τόξου τοῦ ὀλοθρεύοντος, μὴ ὡς ἀσήμαντον, Θεοτόκε, πρόβατον διασπάσῃ με.
Εἰκόνα τοῦ Υἱοῦ σου τὴν κεχωσμένην, δραχμὴν βασιλικὴν τὴν ἀπολωλυῖαν, ζητήσασα, Παρθένε, καὶ ἐφευροῦσα, τὸν ἐπικείμενον χοῦν ἐν αὐτῇ τῶν παθῶν καὶ τὴν κόνιν τίναξον καὶ ἀπόσμηξον.
Ῥομφαίᾳ με τὸν τρώσαντα ἁμαρτίας ἀντίτρωσον ἐκχέασα τὴν ῥομφαίαν πλευρὰν τὴν διατρήσασαν τοῦ Υἱοῦ σου, Θεογεννήτρια, καὶ καταδίωξον καὶ εἰς τέλος σύντριψον καὶ κατάσφαξον.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἐν θλίψεσι σὲ πλουτοῦμεν, Παρθένε, παράκλησιν, ἐν λύπαις ἀνάψυξιν, ἐν πειρασμοῖς παραμύθιον, πρόμαχον καὶ σύμμαχον καὶ σωτηρίαν ἑτοίμην καὶ ἀντίληψιν.
Ἡ τέξασα θελητὴν τοῦ ἐλέους μὴ θέλοντα ἁμαρτωλοῦ θάνατον, τῇ μετανοίᾳ δὲ μάλιστα τούτου ἡδυνόμενον, πρὸς μετανοίας ὁδούς με χειραγώγησον.
Ἰώμενος τῆς προμήτορος Εὔας τὸ σύντριμμα ἐκ τῆς Θεομήτορος Κόρης ἡμῖν ἐπεδήμησας, Δέσποτα φιλάνθρωπε, δι’ ἧς κᾀμὲ συντριβέντα λόγῳ ἴασαι.
Στενάζοντα ἐν νυκτὶ καὶ ἡμέρᾳ ἑκάστοτε καὶ θρήνοις κοπτόμενον καὶ ῥαντιζόμενον δάκρυσιν οἴκτειρόν με, Δέσποινα, καὶ ἀοράτῳ ῥοπῇ σου παρακάλεσον.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὁ ποταμὸς τῶν Θεοῦ χαρισμάτων, τοὺς ὀφθαλμούς μου ἔμπλησον δακρύων καὶ τῆς ψυχῆς μου, Θεοκυῆτορ, τὰς ἀνύδρους ἀρούρας καὶ αὐχμώσας μέθυσον αὔλακας, ἵνα πληθυνθῶσιν αὐτῆς τὰ γεννήματα.
Ἐν ταῖς χερσί σου, Παρθένε, οἱ κλῆροι οἱ τῆς ψυχῆς μου· ῥῦσαι ἐκ χειρός με νῦν τῶν ἐχθρῶν μου, ἐπίφανόν τε σοῦ τὸ πρόσωπον, Κόρη Παναγία, ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με τῷ θείῳ ἐλέει σου, Δέσποινα.
Ἀνατολῆς τῆς ἐξ ὕψους φανείσης ἐδείχθης πύλη, θρόνος ἐπηρμένος τοῦ βασιλέως, οὐρανομήκης καὶ μετάρσιος κλῖμαξ, δι’ ἧς ἐπέβη Χριστός, Πανάχραντε, καὶ τοῖς ἀπωσμένοις βροτοῖς προσωμίλησεν.
Ὁ ὑψηλὸς καὶ περίβλεπτος θρόνος τοῦ Βασιλέως τῶν βασιλευόντων, ἡ θεία κλίνη ἡ θεοδόχος, ὁ πανάγιος οἶκος, τὸ ἀβέβηλον ἱλαστήριον, ἡ Θεογεννήτωρ Μαρία ὑμνείσθω μοι.
ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ψαλμικῶς εὐφημοῦντες βοῶμέν σοι, χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν ηὐδόκησε δι’ ἡμῶν σωτηρίαν, Θεόνυμφε.
Χαῖρε πύλη Θεοῦ ἀδιόδευτε· χαῖρε τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε δι’ ἧς μοι δέδωκεν ἡ φλογίνη ῥομφαία τὴν εἴσοδον.
Οʼμβροφόρε νεφέλη θεόδροσε, τὴν κατεψυγμένην ψυχήν μου τῷ καύσωνι τῆς ἁμαρτίας δρόσισον καὶ χειμάῤῥῳ τρυφῆς αὐτὴν πότισον.
Ῥυπαροὶ λογισμοί με μολύνουσι, φαῦλαι καὶ αἰσχραὶ ἐνθυμήσεις μιαίνουσι τὴν ταπεινὴν καρδίαν μου· Παναγία Παρθένε, βοήθει μοι.
Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῷ θείῳ φωτὶ τὸ σκότος τῆς καρδίας μου μακράν, ἀγαθή, ἀπέλασον διδοῦσά μοι ὀχετοὺς εἰς ἔκπλυνσιν τῶν κακῶν μου, δι’ ὧν ἐλύπησα τὸν ὑπεράγαθον Κύριον· ἐν σοὶ γάρ μοι μόνῃ ἡ παράκλησις.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Τὸν βίον, ψυχή, ὡς πανήγυριν σαφῶς ἐπισταμένη καλῶς ἐντεῦθεν πραγματεύθητι, ὡς ἂν κερδήσῃς τὰ μέγιστα, τὴν τῶν οὐρανῶν Βασιλείαν καὶ τὴν δόξαν τὴν ἄῤῥητον· εἰ γὰρ παρέλθῃ πρὸς μικρόν, ἄλλον οὐχ ἕξεις καιρόν.
Ὁδὸν τῆς ζωῆς ἡ τεκοῦσα τὸν Χριστόν, σύ με ὁδήγησον ὁδὸν εἰς εὐθεῖαν τὴν ἀπάγουσαν εἰς Παραδείσου σκηνώματα καὶ πρὸς τὰς ἐκεῖ καταπαύσεις τὴν ὁδὸν κατευθύνουσα καὶ τῆς ψυχῆς μου, ἀγαθή, τὰ διαβήματα.
Ἰὸς τὴν ἰσχὺν ἁμαρτίας χαλεπῆς ἐκδαπανᾷ μου, ἀλλ’ ἐπινεύσει πολυευσπλάγχνῳ σου τῇ σῇ παλάμῃ τῆς χάριτος πρόφθασον, ἀπάντλησον τοῦτον, ὡς τοῦ κόσμου τὸν αἴροντα τὰς ἁμαρτίας ἐπὶ γῆς μόνη κυήσασα.
Υἱὸν τοῦ Θεοῦ διὰ σπλάγχνα οἰκτιρμῶν Υἱὸν ἀνθρώπου, γεγενημένον ἡ γεννήσασα, υἱὸν φωτὸς καὶ ἡμέρας με τὸν νυκτός τε καὶ σκότους ὑπεράμωμε ποίησον, καὶ οὐρανίου Πατρὸς ἄξιον δεῖξον υἱόν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Χαλδαϊκὴν πυρκαϊὰν καὶ πυρφόρον μοι παθῶν ἄσπετον φλόγα ὁ Ναβουχοδονόσωρ ὁ νοητὸς καὶ δεινὴν ἀνῆψε παφλάζουσαν κάμινον, ἣν τῶν πρεσβειῶν σου δρόσῳ σβέσον, Παρθένε.
Νοῦν κεκτημένος ἐμπαθῆ καὶ ἀτόποις λογισμοῖς κεκοινωμένον ἐπὶ σὲ καταφεύγω τὸ καθαρὸν τοῦ Θεοῦ εὐῶδες παλάτιον, Δέσποινα· κάθαρόν με πάσης γηΐνης δυσωδίας.
Χριστοῦ σε βίβλον ἱερὰν ἐν τῷ Πνεύματι Θεοῦ ἐσφραγισμένην ἐπιστάμενος, Κόρη, παρακαλῶν δυσωπῶ τῇ βίβλῳ τῶν ζώντων ἐγγράψαι με καὶ τῆς ἀνωλέθρου ζωῆς καταξιῶσαι.
Ἡ προστασία τῶν πιστῶν, ἡ ἐλπὶς καὶ ἡ χαρὰ τῶν θλιβομένων, εἰς χαρὰν ἐμὴν στρέψον τὸν κοπετόν μου, ἁγνή· καὶ δός μοι ἀνθ’ ὧν νῦν οὐ βλέπω σε τῷ αἰῶνι τούτῳ βλέπειν σε ἐν ἐκείνῳ.
Αἰνοῦμεν. Ὁ Εἰρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἁγιωτέρα Ἀγγέλων, Χερουβὶμ ὑπερτέρα, πυρίνων ἀνωτέρα Σεραφὶμ καὶ νοερᾶς πάσης τάξεως ὤφθης τιμιωτέρα, καὶ δόξῃ ἀσυγκρίτῳ καὶ τιμῇ ὑπερενδοξοτέρα, Μαρία Κόρη Δέσποινα.
Νύμφη Θεοῦ Παναγία, θησαυρὲ σωτηρίας, λιμὴν τῶν ἐν πελάγει συμφορῶν, σκέπη ψυχῶν καὶ ἀντίληψις, σωτηρία γενοῦ μοι καὶ πλοῦτος καὶ πανεύδιος λιμὴν τὴν ψυχήν μου ῥιγῶσαν σκεπάζουσα καὶ θάλπουσα.
Ἡ ἀγεώργητος χώρα, γεωργὸν ἡ τεκοῦσα, ἡ ἄρουρα τὸν στάχυν τῆς ζωῆς ἡ ἀνηρότως βλαστήσασα, τῶν καλῶν ἀφθονίαν καὶ πάντων εὐθηνίαν ἀγαθῶν, τῷ λιμῷ τετηκότα διάθρεψόν με, Δέσποινα.
Σοὶ τῇ τεκούσῃ τὸν πάντων ποιητὴν καὶ Σωτῆρα ὁ πένης καὶ πτωχὸς καὶ ἐνδεής, τί προσαγάγω ἐπάξιον ὅ,τι μὲν οὐκ ἄλλον, διάπυρον δὲ πίστιν καὶ στοργὴν καὶ ἀγάπην γνησίαν, ἐν αἷς με σῶσον, Δέσποινα.
Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ὁ πανάγιος ναός, χαῖρε Βασιλέως καθέδρα, χαῖρε πυρίμορφε θρόνε τοῦ Παντάνακτος, χαῖρε ἀγγέλων χαρά· τοῦ Ἀδὰμ χαῖρε ἔγερσις τοῦ παραπεσόντος, χαῖρε τὸ κατάκριμα τῆς Εὔας λύσασα· χαῖρε ὀρθοδόξων τὸ κλέος, τῶν ἁμαρτωλῶν ἡ προστάτις καὶ ἀδικουμένων ἡ βοήθεια.
Χαῖρε ἡ λαβὶς ἡ μυστική, ἥνπερ Ἡσαΐας προεῖδεν, ἄνθρακα φέρουσα ῥύπου ἐκκαθαίροντα τὴν κτίσιν ἅπασαν· χαῖρε βάτε πυρίφλεκτε καὶ μὴ καιομένη, χαῖρε στῦλε πύρινε, δι’ οὗ εἰσήχθημεν πάντες εἰς κατάπαυσιν θείαν, χαῖρε τοῦ ἐλέους ἡ θύρα καὶ ἁμαρτανόντων ἡ συγχώρησις.
Χαῖρε ἡ πολύαστρος, ἁγνή, σφαῖρα οὐρανοῦ ἡ ἀστέρας πλάνητας ἅπαντας καὶ ἀπλανεῖς φέρουσα καὶ ὑπερλάμπουσα· χαῖρε κύκλε λαμπρότατε, δώδεκα ζῳδίων, δι’ οὗ μέσου ὥδευσε Χριστὸς ὁ ἥλιος καὶ οἰκονομίας ἐνσάρκου ὑπὲρ σωτηρίας ἀνθρώπων πᾶσαν τὴν περίοδον ἐπλήρωσε.
Μόνη τὸν ἀχώρητον Θεὸν ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας ἄνθρωπον γενόμενον δι’ ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ σε τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον, ὅπως τὴν στενὴν εὐθυπόρως τρίβον διοδεύσας εἰς πλάτος φθάσω τῆς ἐκεῖ μακαριότητος.
