Ἱερεὺς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης· Ἀμήν.
Ἱερεὺς· Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’)
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα…
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν… Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Χορὸς Κύριε, ἐλέησον (γ’).
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης· Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ἱερεὺς· Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης· Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία (τρίς).
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου (δίς).
Ψαλμός γ’ (3)
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ πολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμός λζ’ (37)
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν.
Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Ψαλμός ξβ’ (62)
Ὁ Θεός ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν.
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Ψαλμός πζ’ (87)
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ψαλμός ρβ’ (102)
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ψαλμός ρμβ’ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Καὶ πάλιν.
Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου (δίς).
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος α’
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορὸς
Χαῖρε κεχαριτωμένη…
ὁ α’ χορός
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος α’
Αὐτόμελον
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν, ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον.
Χορὸς Ἀγγελικός,…
Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε. Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον.
Ὁ ὢν σὺν τῷ Πατρί…
Μετὰ τὸν Πολυέλεον
( Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν…)
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ
Νηπιάζει δι’ ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν. Ἀπόλυσόν με, σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν…
Νηπιάζει δι’ ἐμέ…
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ β’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ α’ χορὸς
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς· Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
Ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς· Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα (Κεφ. β’ 25-32)
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
ὁ Ἱερεὺς· Τῷ καιρῷ ἐκείνῳ, ἦν ἄνθρωπος ἐν Ἰερουσολείμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ν’ Ψαλμὸς
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μουἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
ὁ α΄ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος πλ.β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Στιχηρὸν Ἰδιόμελον
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον, ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται ἐν Ναῷ τῷ νομικῷ, καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ, οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Εἴθ’ οὕτως ὁ
Κανὼν τῆς Ἑορτῆς
οὗ ἡ ἀκροστιχίς
Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾠδὴ α’
ὁ α΄ χορὸς
Ἦχος γ’ Ὁ Εἱρμὸς
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Χέρσον ἀβυσσοτόκον…
ὁ α΄ χορὸς
Ῥανάτωσαν ὕδωρ νεφέλαι, Ἥλιος ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος΄ διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Ῥανάτωσαν ὕδωρ νεφέλαι,…
ὁ α΄ χορὸς
Δόξα Πατρὶ…
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Καὶ νῦν…
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ, ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων, ἐνδόξως γὰρ δεδόξασται.
ᾠδὴ γ’
ὁ α΄ χορὸς
Ὁ Εἱρμὸς
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
Τὸ στερέωμα,…
ὁ α΄ χορὸς
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
ὁ β’ χορός
Ὁ πρωτότοκος…
ὁ α΄ χορὸς
Δόξα Πατρὶ…
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
ὁ β’ χορός
Καὶ νῦν…
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα Ἦχος δ’
ὁ β΄ χορὸς
Κατεπλάγη Ἰωσὴφ
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι’ ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον, διὸ ἐβόα. Νῦν ἀπολύεις,…
ὁ α΄ χορὸς
…τὸν δοῦλόν σου Δέσποτα.
ᾠδὴ δ’
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ΄ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α΄ χορὸς
Ἐκάλυψεν οὐρανούς…
ὁ β’ χορός
Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ’ ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α΄ χορὸς
Γηθόμενος Συμεών…
ὁ β’ χορός
Δόξα Πατρί…
Ἣν ἤλπισας, Συμεὼν, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν Νόμου ποιητὴν καὶ Δεσπότην, πληροῦντα Νόμου τάξιν, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α΄ χορὸς
Καὶ νῦν…
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ. Ἐπλήσθη τὰ πάντα…
ὁ β’ χορός
…τῆς σῆς αἰνέσεως.
ᾠδὴ ε’
ὁ α΄ χορὸς
Ὁ Εἱρμὸς
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα, ἐγώ. Πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς…
ὁ α΄ χορὸς
Συνεὶς ὁ θεῖος πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ὢ χαίροις, ἐβόα Σεμνή, ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
Συνεὶς ὁ θεῖος Πρέσβυς…
ὁ α΄ χορὸς
Δόξα Πατρὶ…
Προκύψας ὁ πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
Καὶ νῦν…
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι, σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου,…
ὁ α΄ χορὸς
…καὶ εἰρήνης δεσπόζοντα.
ᾠδὴ ς’
ὁ β’ χορός
ὁ Εἱρμὸς
Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
ὁ α΄ χορὸς
Ἐβόησέ σοι…
ὁ β’ χορός
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
ὁ α΄ χορὸς
Σιὼν σὺ λίθος…
ὁ β’ χορός
Δόξα Πατρὶ…
Βεβαίως φέρων, τοῦ τὸν χαρακτῆρα, πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι’ οἶκτον, νῦν ἀσθένειαν περιέθου.
ὁ α΄ χορὸς
Καὶ νῦν…
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον
Ἦχος α’
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὅνπερ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες, θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι, ὁ μόνος φιλάνθρωπος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Β’ τοῦ αὐτοῦ μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ δίκαιος Συμεών.
Στίχοι
Κόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου,
Τοῦ Συμεὼν αἱ χεῖρες, αἳ φέρουσί σε.
Δέξατο δευτερίῃ Χριστὸν Συμεὼν παρὰ νηῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.
Στίχοι
Ἀγαθοδώρῳ δῶρον ἐξ ἐμῶν λόγων,
Δωρῶ, δοθέντι τῷ Θεῷ δι’ αἱμάτων.
Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος γ’
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…
ὁ α’ χορός
…τῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας. ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ.Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠδὴ θ’
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ
Ἦχος γ’
ὁ α’ χορός
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
ὁ β’ χορός
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
ὁ α’ χορός
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
ὁ β’ χορός
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
ὁ α’ χορός
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
ὁ β’ χορός
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
ὁ α’ χορός
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.
ὁ β’ χορός
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
ὁ α’ χορός
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
ὁ β’ χορός
Κατελθόντ’ ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
ὁ α’ χορός
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Ἐν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
ὁ β’ χορός
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Ἐν νόμου, σκιᾷ καὶ γράμματι,…
ὁ α’ χορός
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἳῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
ὁ β’ χορός
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος,…
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
ὁ β’ χορός
Καὶ νῦν…
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ ὁσία, καὶ πρεσβυρὰ τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάριον, αὐτόμελον
ὁ α’ χορός
Ἦχος γ’
Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
ὁ β’ χορός
Ἐν πνεύματι τῷ ἱερῷ…
ὁ α’ χορός
Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν,…
ὁ β’ χορός
…καὶ Ἰσραὴλ σωτηρίαν.
ΑΙΝΟΙ
Ἦχος δ’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
ὁ α’ χορός
Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ὁ β’ χορός
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
ὁ α’ χορός
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
ὁ β’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
ὁ α’ χορός
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
ὁ β’ χορός
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
ὁ α’ χορός
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
ὁ β’ χορός
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
ὁ α’ χορός
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
ὁ β’ χορός
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ὁ α’ χορός
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
ὁ β’ χορός
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
ὁ α’ χορός
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὁ β’ χορός
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
ὁ α’ χορός
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
ὁ β’ χορός
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
ὁ β’ χορός
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ὁ β’ χορός
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ’ Ἔδωκας σημείωσιν
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς, Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, κατεῖδον γάρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Νόμον τὸν ἐν γράμματι…
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάριτος, διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν. Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Κόλπων τοῦ γεννήτορος, μὴ χωρισθεὶς τῇ θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα, διὸ΄ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε Δέσποτα.
ὁ α’ χορός
Δόξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ α’ χορός
Ἦχος πλ. β’
Γερμανοῦ
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ’ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον…
ὁ β’ χορός
….τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ’).
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).
Δόξα… Καὶ νῦν… Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α’
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
