Τρύφωνος Μάρτυρος (1 Φεβρουαρίου)
{προστάτου των κηπουρών και αμπελουργών}
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τρυφὴν τὴν ἀκήρατον, ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.
Η Υπαπαντή Του Κυρίου (2 Φεβρουαρίου)
Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.
Συμεών του Θεοδόχου και Άννας της Προφήτιδας (3 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν Ὕπερθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε, ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν αὐτῶ, προσήγαγεν ὠς Προφήτις, ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἴα Χριστοῦ θείους θεράποντος.
Ισιδώρου Οσίου (4 Φεβρουαρίου)
Ήχος δ’. Ταχύ προκατάλαβε.
Σοφία κοσμούμενος, παντοδαπεί ευκλεώς, τοις Αόγοις εκόσμησας, την Εκκλησίαν Χρίστου, Ισίδωρε Όσιε, συ γαρ δι’ εγκράτειας, σεαυτόν εκκαθάρας, πράξει και θεωρία, διαλάμπεις εν κοσμώ, δι’ ων μυσταγωγούμεθα, Πάτερ τα κρείττονα.
Αγαθής Μάρτυρος (5 Φεβρουαρίου)
Ἦχος γ’. Θείας πίστεως.
Ῥόδον εὔοσμον τῆς παρθενίας, νύμφη ἄφθορος τοῦ Ζωοδότου, ἀνεδέδειξαι Ἀγαθὴ πανεύφημε, τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας, μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως (6 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος, Ὀρθοδοξίας ἐδείχθης θεοπαγῆς προμαχών, τῶν Πατέρων καλλονὴ Φώτιε μέγιστε, οὐ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, Ἐώας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, ἣν διατηρεῖ Πάτερ ἄσειστον.
Παρθενίου Λαμψάκου (7 Φεβρουαρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῷ μύρῳ τοῦ Πνεύματος, ποιμὴν Λαμψάκου ὀφθείς, τὴν θείαν ἐνέργειαν παρὰ Θεοῦ δαψιλῶς θαυμάτων ἐπλούτησας, δαίμονας ἀπελαύνειν, ἀσθενοῦντας ἰᾶσθαι, νόσους ἀποδιώκειν καὶ πληρῶν τὰς αἰτήσεις, Παρθένιε ἱεράρχα, τῶν προσιόντων σοι.
Θεοδώρου Στρατηλάτου (8 Φεβρουαρίου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Στρατολογία ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε, ὄπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης Ἀθλητής, ὅθεν σὲ πίστει, ἀεὶ μακαρίζαμεν.
Νικηφόρου Μάρτυρος (9 Φεβρουαρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.
Χαραλάμπους Ιερομάρτυρος (10 Φεβρουαρίου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τήν σκοτόμαιναν μάκαρ, διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Βλασίου Ιερομάρτυρος (11 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως βλαστήσας, ὡς δένδρον εὔκαρπον, ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες καὶ θαυμάτων δωρεάς ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος ἱερομάρτυς τοῖς καταφεύγουσι πάτερ τῇ ἀντιλήψει τῆς πρεσβείας σου.
Μελετίου Οσίου (12 Φεβρουαρίου)
Ἦχος γ’. Θείας Πίστεως.
Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, τὴ Ἐκκλησία Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν διαλύεις τᾶς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ακύλα και Πρίσκιλλας, των Αποστόλων (13 Φεβρουαρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσαντες καὶ φωτισθέντες τὸν νοῦν, τὴ πίστει ἐνούμενοι καὶ συζυγία σεμνή, Ἀκύλας καὶ Πρισκίλλα ἤσαν μὲν προεστῶτες ἐκκλησίας κατ’ οἶκον, Παύλου δὲ τοῦ φωστῆρος συνεργοὶ καὶ προστᾶται. Διὸ αὐτοὺς τιμήσωμεν καὶ μιμησώμεθα.
Μαρτινιανού Οσίου (13 Φεβρουαρίου)
Ἦχος δ’.
Τήν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καί τῆς θαλάσσης τά κύματα, καί τῶν θηρῶν τά ὁρμήματα, χαλινώσας ἐκραύγαζες, Δεδοξασμένος εἶ Παντοδύναμε, πυρός καί ζάλης ὁ σώσας με.
Αυξεντίου Οσίου (14 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὥσπερ φοῖνιξ ηὐξήνθης Πάτερ ὑψίκομος, δικαιοσύνης ἐκφέρων τοὺς ψυχοτρόφους καρπούς, σὺ γὰρ βίον ἱερὸν πολιτευσάμενος, τῆς Ἐκκλησίας στηριγμός, καὶ θαυμάτων αὐτουργός, Αὐξέντιε ἀνεδείχθης, διὰ παντὸς ἱκετεύων, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Ονησίμου του Αγίου (15 Φεβρουαρίου)
Ἦχος α’. Τῆς Ἐρήμου πολίτης.
Ταὶς ἀκτίσι τοῦ Παύλου φωτισθεῖς τὴν διάνοιαν, ὤφθης ὑπηρέτης τοῦ Λόγου καὶ Ἀπόστολος ἔνθεος καὶ ὄνησιν ἐβράβευσας ζωῆς, Ὀνήσιμε θεράπων τοῦ Χριστοῦ, διὰ λόγων καὶ θαυμάτων θεοπρεπῶν, τοὶς πίστει ἐκβοώσι σοι, δόξα τῷ σὲ δοξάσαντι φαιδρῶς, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Ανθίμου Βαγιάνου, του εν Χίω (15 Φεβρουαρίου)
Ἦχος γ’.
Νέον στήριγμα Ὀρθοδοξίας, νεοκόσμητον ἄνθος ἁγνείας, Νικομηδείας Ἀνθίμου συνώνυμος τῶν ἀρετῶν τε ἐκείνου ὁμότροπος, νέων Ὁσίων σφραγίς, καί ἀγλάισμα, Πάτερ Ἄνθιμε, τῆς Χίου πάσης τό καύχημα, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθε ἡμῖν τό μέγα ἔλεος.
Παμφίλου και των Συν Αυτώ Μαρτύρων (16 Φεβρουαρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν δωδεκάριθμον, Μαρτύρων φάλαγγα, ἀνευφημήσωμεν, ἐνθέοις ἄσμασι, Πάμφιλον Παῦλον Σαμουήλ, Οὐάλεντα καὶ Ἠλίαν, Ἱερεμίαν, Σέλευκον, Δανιὴλ καὶ Πορφύριον, Ἰουλιανὸν ὁμοὺ Ἠσαΐαν Θεόδουλον αὐτοὶ γὰρ τὸν Δεσπότην τῶν ὅλων, πάσιν ἠμὶν ἐξιλεοῦνται.
Θεοδώρου Τήρωνος (17 Φεβρουαρίου)
Ἦχος β’.
Μεγάλα τά τῆς πίστεως κατορθώματα. ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπί ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρί γάρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχάς ἡμῶν
Λέοντος, Πάπα Ρώμης (18 Φεβρουαρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, ὀρθοδοξία, ὑπεστήριξας, τὴν Ἐκκλησίαν, ὡς πολύφωνον τοῦ πνεύματος ὄργανον ἐκ γὰρ Δυσμῶν ἀναλάμψας ὡς ἥλιος, αἱρετικῶν τὴν ἀπάτην ἐμείωσας, Λέων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Φιλοθέης Αθηναίας (19 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν ὁσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ, καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα, διδόναι πᾶσι τὸ θεῖον ἔλεος.
Λέοντος Κατάνης (20 Φεβρουαρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἱερέων ἀκρότης, εὐσεβείας διδάσκαλος καὶ θαυματουργὸς ἀνεδείχθης, ἱεράρχα πανόλβιε, ἠθῶν γὰρ οὐρανίων τῷ φωτί, τοῦ Πνεύματος πλουτήσας τὴν ἰσχύν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, Λέων, τῶν προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ευσταθίου Αντιοχείας (21 Φεβρουαρίου)
Ἦχος γ’. Θείας πίστεως.
Θείας ἔμπλεως σοφίας πέλων, ὁμοούσιον Πατρὶ τὸν Λόγον ἐν τῇ συνόδῳ τῇ πρώτῃ ἐκήρυξας, καὶ διωγμοῖς ὁμιλήσας καὶ θλίψεσιν δόξης ἀρρήτου μετέσχες, Εὐστάθιε. Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ανθούσης και Λιμναίου Μαρτύρων (22 Φεβρουαρίου)
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς ῥόδα νοητὰ καὶ χαρίτων ταμεῖα ἐφάνησαν ἐκ γῆς τὰ σεπτά. Ὕμνων σκηνή, πανένδοξοι μάρτυρες, Ἐκκλησίας ἑδραίωμα διαπνέοντα, τῶν ἰαμάτων τὴν χάριν καὶ παρέχοντα ὀσμὴν ζωῆς τοῖς ἐκ πόθου ὑμᾶς μακαρίζουσι..
Πολυκάρπου Σμύρνης (23 Φεβρουαρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τήν κλῆσιν τοῖς ἔργοις σου, ἐπισφραγίσας σοφέ, ἐλαία κατάκαρπος, ὤφθης ἐν οἴκῳ Θεοῦ, Πολύκαρπε ἔνδοξε∙ σύ γαρ ως Ἱεράρχης, καί στερρός Ἀθλοφόρος, τρέφεις τήν Ἐκκλησίαν, λογικῇ εὐκαρπίᾳ, πρεσβεύων Ἱερομάρτυς, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Εύρεσης Τιμίας Κάρας Αγίου Ιωάννου του Προδρόμου (24 Φεβρουαρίου)
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τήν πληθύν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τό γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.
Ταρασίου του Αγίου (25 Φεβρουαρίου)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Βίου ὀρθότητι, καλλωπιζόμενος, φωστὴρ ὑπέρλαμπρος, ὤφθης τοῦ Πνεύματος, καὶ τὴν Εἰκόνα τοῦ Χρίστου, Συνόδω ἐν τὴ Ἕβδομη, προσκυνεὶν ἐκήρυξας, ὀρθοδόξως μακάριε, στῦλος καὶ ἑδραίωμα, Ἐκκλησίας γενόμενος, διὸ τοὺς σοὺς ἀγῶνας γεραίρει, Πάτερ Ἱεράρχα Ταράσιε.
Αγίας Φωτεινής Σαμαρείτιδος (26 Φεβρουαρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν πηγὴν δεξαμενὴ τῆς σοφίας καὶ χάριτος, ἐκ χειλέων Κυρίου Φωτεινὴ Ἰσαπόστολε, νομίμως ἠγωνίσω πανοικεῖ, καὶ νέμεις φωτισμὸν παρὰ Θεοῦ, τοὶς προστρέχουσι τὴ σκέπη σου τὴ σεπτή, καὶ εὐλαβῶς βοώσί σου. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγούντι διὰ σοῦ, χάριν ἠμὶν καὶ ἔλεος.
Πορφυρίου Γάζης (26 Φεβρουαρίου)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῳ.
Πορφυραυγέσιν ἀρετῶν λαμπηδόσι, καταλαμπρύνας σεαυτὸν Ἱεράρχα, καθάπερ φῶς ἐξέλαμψας Πορφύριε σοφέ, λόγοις γὰρ καὶ θαύμασιν, ἀληθῶς διαπρέψας, πάσιν ἐβεβαίωσας, εὐσέβειας τὴν χάριν καὶ νῦν Χριστῷ ἀΰλως λειτουργῶν, ὑπὲρ τοῦ κόσμου, μὴ παύση δεόμενος.
Προκοπίου Ομολογητού (27 Φεβρουαρίου)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως προκύπτων ἐν ἀσκήσει Προκόπιε, ἤρθης ἐκ δυνάμεως Πάτερ, πρὸς ἀθλήσεως ἔλλαμψιν Χρίστου γὰρ τὴν Εἰκόνα προσκυνῶν, Μαρτύρων ἀνεδείχθης κοινωνός, μεθ’ ὧν πρέσβευε παμμάκαρ διαπαντός, ὑπὲρ τῶν ἐκβοώντων σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνερνούντι διὰ σοῦ, πασιν ἰάματα.
Εφραίμ του Κατουνακιώτου (27 Φεβρουαρίου)
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι πάντας, θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος ἐπαρθεὶς θεώσεως ἀπαθείᾳ καὶ νήψει, μὴ διαλείπῃς Χριστὸν ἡμῖν καθιλεούμενος.
Βασιλείου του Ομολογητού (28 Φεβρουαρίου)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον δώρημα, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Βασίλειε, ὡς βασιλεύσας παθῶν, τοὶς θείοις σου σκάμμασι, σὺ γὰρ ὁμολογία, τὸν σὸν βίον φαιδρύνας, λάμπεις δι’ ἀμφοτέρων, ὡς ἀστὴρ σελασφόρος, ἐντεῦθεν τῆς ἀσάλευτου βασιλείας ἠξίωσαι.
Οσίου Κασσιανού του Ρωμαίου (29 Φεβρουαρίου, όταν το έτος είναι δίσεκτο, αλλιώς, 28 Φεβρουαρίου)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς σοφίας τὸν λόγοιν Πάτερ τοὶς ἔργοις σου, ἀσκητικῶς γεωργήσας ὡς οἰκονόμος πιστός, ἀρετῶν μυσταγωγεῖς τὰ κατορθώματα, σὺ γὰρ πράξας εὐσεβῶς, ἐκδιδάσκεις ἀκριβῶς, Κασσιανὲ θεοφόρε, καὶ τῷ Σωτήρι πρεσβεύεις, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
