Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΚΑΤΑΣΚΕΠΗΝΟΥ,
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Βοηθὸς καὶ σκεπαστὴς καὶ λυτρωτής μου καὶ ἀντιλήπτωρ, Δέσποινα, γενοῦ χαλεπῶν συμφορῶν, πικρῶν ἀλγηδόνων, δριμυτάτων ὀδυνῶν καὶ πόνων ῥυομένη με.
Παναγία, ἡ ἐλπὶς τῶν σὲ ἐκ πόθου παρακαλούντων φάνηθι κᾀμοὶ ὑπακούουσα νῦν· καὶ πρόσδεξαι ὕμνον ἐκ χειλέων ῥυπαρῶν τοῦ ταπεινοῦ ἱκέτου σου.
Ῥυομένη συμπαθῶς ἐπίφανόν μοι τὸ πρόσωπόν σου· σκότος γὰρ δεινῆς ἀπογνώσεως νῦν καλύπτει με ὅλον, ἀλλὰ λάμψον μοι αὐγὴν τῆς καθαρᾶς πρεσβείας σου.
Ναυαγίῳ χαλεπῷ κατεποντίσθην τῆς ἁμαρτίας, δίδου δεξιὰν ὡς τῷ Πέτρῳ κᾀμοὶ καὶ σῶσόν με, Λόγε, ταῖς λιταῖς τῆς ὑπὲρ νοῦν ἀφθόρως κυησάσης σε.
ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Προσπίπτοντα δέξαι με τοῖς οἰκτιρμοῖς σου, Μῆτερ τοῦ Λόγου, αἰτουμένῳ τε συγχώρησιν τῶν πταισμάτων πάρασχε θερμαῖς ἱκεσίαις σου.
Ἡ κάμινον σβέσασα βαβυλωνίαν σε ζωγραφοῦσαν, τῶν ἐμῶν παθῶν τὴν κάμινον καὶ τῶν νόσων τὴν πυρκαϊὰν σβέσον, Δέσποινα.
Ἀνάστειλον, Δέσποινα, τῶν ἡδονῶν μου τὴν πικρὰν μέθην, νῆψιν θείαν μοι παρέχουσα μετανοίας καὶ ἐπιστροφὴν τὴν σωτήριον.
Ἱλέῳ σου ὄμματι πρόσχες μοι, Δέσποινα, θλιβομένῳ καὶ ἐλέησον καὶ σῶσόν με, σωτηρία κόσμου καὶ ἀνθρώπων βοήθεια.
ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Ἠγάπησα τὰ παρόντα, τὴν σάρκα τε καὶ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἡδονὰς καὶ δόξαν καὶ τὰ χρήματα, τῶν μελλόντων δὲ οὐδόλως ἐφρόντισα· διὸ καὶ τῆς δόξης τῆς ἄνω καὶ τῆς ἀγάπης Θεοῦ ἐκπέπτωκα ὁ ἄθλιος.
Ἡ πύλη τῆς θείας δόξης, τὰς πύλας μοι διάνοιξον τῆς μετανοίας καὶ πρὸς φῶς εἰσάγαγέ με ἄδυτον τοῦ Υἱοῦ καὶ Κτίστου σου, Πανύμνητε, παθῶν με ἐξαίρουσα ζόφου καὶ ῥαθυμίας ὁμίχλην διαλύουσα.
Ἀνύστακτον τὴν λαμπάδα ψυχῆς μου διατήρησον, εὐλογημένη, μὴ ἀποσβεσθῇ ὥσπερ ἀνέλαιος καὶ κλεισθῇ ἡ θύρα τοῦ νυμφῶνός μοι· ἀλλ’ ἄνοιξον θύραν ἐλέους καὶ πρόστηθί μοι ἐν ὥρᾳ τῆς ἐξόδου μου.
Κατάβαλε τοὺς ἐχθρούς μου, πολέμησον τοὺς ἀδίκως με πολεμοῦντας, ἵνα γνῶσι τίνος δοῦλος πέφυκα, τίνα προστασίαν ἐπιγράφομαι, πανύμνητε εὐλογημένη, Θεοκυῆτορ, καὶ σῶσόν με ὑμνοῦντά σε.
ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Σῶσόν με τὸν ἄσωτον Πανάχραντε, πρόστηθι, ῥῦσαί με ἐξ ἐχθρῶν μου ὁρατῶν καὶ ἀοράτων πάντων τῶν συνθλιβόντων ἀεὶ τὴν ταπεινὴν ψυχήν μου.
Ἵλεων τὸν σὸν Υἱὸν ἀπέργασαι, ὅταν τὰ ἔργα μου τὰ κρυπτὰ καὶ φανερά, οἴμοι, μέλλῃ ἐτάζειν, μή με ἐκπέμψῃ εἰς πῦρ τὸν κατακεκριμένον.
Εἰς τὴν σὴν ἀμέτρητον χρηστότητα, Δέσποτα Κύριε, ὁ ταλαίπωρος ἐγὼ θαῤῥῶν καὶ τῆς Μητρός σου τὰς ἱκεσίας, Σωτήρ, οὐκ ἀπογινώσκω ὅλως.
Ὅλος ἐκ νεότητος, Πανάμωμε, γέγονα ἄχρηστος νεκρωθεὶς ταῖς ἡδοναῖς καὶ τεθανατωμένος ὁ τάλας κεῖμαι δεινῶς, ἀλλὰ ἀνάστησόν με.
ᾨδὴ ς΄. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου.
Προσπίπτω σοι, Μαρία Πανάχραντε, καὶ ἐκβοῶ μετὰ κλαυθμοῦ, Θεοτόκε, ῥῦσαι ψυχήν μου τὴν ἀθλίαν κρίσεως μελλούσης καὶ πυρὸς αἰωνίου.
Κατάρδευσον πρεσβειῶν σου νάμασι τὴν παναθλίαν μου ψυχὴν τῶν παθῶν φλεχθεῖσαν τῷ καύσωνι καὶ δεῖξον καρποφόρον ταύτην, ὑπέραγνε Μαρία.
Ἁγίασόν με ὅλον καὶ λάμπρυνον, τὸ ἱλαστήριον πιστῶν καὶ ταῖς σαῖς πρεσβείαις ἀνάδειξόν με, Κόρη, οἶκον τῆς ἁγίας Τριάδος, δυσωπῶ σε.
Λιμένα σε γινώσκω γαλήνιον, Θεοκυῆτορ Μαριάμ, καὶ βοῶ ἐκ βάθους καρδίας μὴ ἐάσῃς βυθισθῆναι, Κόρη, ἐχθροῦ ταῖς τρικυμίαις.
Κάθισμα.
Ἦχος πλ. β΄. Πολλὰ τὰ πλήθη.
Τῶν ἐναντίων λογισμῶν ἐκταράσσει με κλύδων, καὶ τῶν παθῶν ἐπαγωγαὶ εἰς βυθὸν ἀπωλείας κατάγουσι τὴν ἀσθενοῦσάν μου ψυχήν, ἀλλ’ οἴκτειρόν με, ἡ τεκοῦσα τὸν Θεόν, καὶ ῥῦσαί με τὸν δοῦλόν σου μελλούσης ἀπειλῆς, μόνη εὐλογημένη.
ᾨδὴ ζ΄. Ἥμαρτον ἠνομήσαμεν.
Παρώργισα, παρεπίκρανα τὸν μακρόθυμον καὶ πλαστουργόν μου, ὅστις ἔπλασε πάλαι ἐκ γῆς με καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν· ἀλλ’ ἐξιλέωσαί μοι τοῦτον, Παρθένε, ταῖς μητρικαῖς σου λιταῖς.
Ὦ Δέσποινα, ἡ ἀνοίξασα τὰς σεπτὰς πύλας τοῦ Παραδείσου, ταύτας κᾀμοὶ κλεισθείσας, Παρθένε, διὰ πράξεων ἀτόπων, ὧν ἔπραξα, ὑπανοίξασα σῶσόν με καὶ δεῖξον οἰκήτορα αὐτοῦ.
Ἱλέωσον τὸν Υἱόν σου καὶ Κύριον καὶ Θεὸν ἡμῶν καὶ εὐεργέτην, Δέσποινα Παναγία Παρθένε, τοῦ ῥυσθῆναί με κινδύνων καὶ θλίψεων καὶ τῆς λαμπρότητος τῶν ἁγίων καὶ δόξης αἰωνίου τυχεῖν.
Ἁγίασον, φωταγώγησον τὴν καρδίαν μου, Θεογεννῆτορ, ξήρανον ὀχετοὺς τῶν παθῶν μου, ῥᾶνον ὕδατι τῆς θείας πρεσβείας σου καὶ ἀξίωσον φέρειν σοι ὕμνον εὐπρόσδεκτον ψυχῆς καθαρᾶς.
ᾨδὴ η΄. Ὃν στρατιαί.
Χρεωστικῶς τὴν σὴν προσκαλούμεθα πρεσβείαν, Μῆτερ Θεοῦ, πρὸς τὸν σὸν Υἱὸν πάντες οἱ ἐπταικότες καὶ κατακεκριμένοι, ἵνα τῆς γεέννης τῇ μεσιτείᾳ σου ῥυσθῶμεν.
Ἐγγυητὴς γενοῦ μοι, Πανάμωμε, πρὸς Κύριον τὸν Θεόν, ὅταν ἐπὶ γῆς ἔλθῃ τοῦ κρῖναι πάντας, καὶ δεῖξόν με μερίδος τῆς τῶν σῳζομένων τὸν ἄθλιον, ἐκδυσωπῶ σε.
Σβέσον τὸ πῦρ τῶν παθῶν καὶ νέκρωσον τὸ φρόνημα τῆς σαρκός, φώτισον τὸν νοῦν, κάθαρον τὴν καρδίαν καὶ θρέψον τὴν ψυχήν μου ἄρτῳ οὐρανίῳ καὶ σῶσόν με, Θεογεννῆτορ.
Ὁδήγησον ἐν τῇ τρίβῳ, Δέσποινα, τῶν ἐντολῶν τοῦ Θεοῦ τὸν ἁμαρτωλόν, κλῖνόν μου τὴν καρδίαν εἰς ὁδὸν σωτηρίας· σὲ γὰρ ἔχω μόνην ἀντίληψιν καὶ προστασίαν.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Ἐγὼ ὁ κατάκριτος καὶ ὅλως ἀδιόρθωτος, ἐγὼ ὁ τάλας, ὁ πάντων ὑπεύθυνος ἑτέρους κατέκρινα ὄντας ἀκατακρίτους· οὐαί μοι τότε ἐν τῷ καιρῷ τῷ τῆς κρίσεως, Παρθένε, ὅτι μέλλω κατακρίνεσθαι.
Αἰχμάλωτον εἷλέ με καὶ σπεύδει ἀπολέσαι με ὁ πάντας θέλων ὀλέσαι διάβολος, ἀλλ’, ὦ Κόρη εὔσπλαγχνε, μή με ἐγκαταλίπῃς, μὴ παραδῴης με τοῖς ἐχθροῖς, μὴ ἐάσῃς ἀπολέσθαι τὸν ἀνάξιον ἱκέτην σου.
Ἐλπὶς ἀκαταίσχυντε, βοήθεια καὶ σκέπη μου, καταφυγή μου θερμή τε ἀντίληψις, βοήθησόν μοι τότε ἐν τῇ μελλούσῃ κρίσει καὶ ῥῦσαι πάσης με ἀπειλῆς καὶ υἱὸν τῆς βασιλείας τοῦ Υἱοῦ σου δεῖξον, ἄχραντε.
Ὑμνῶ σου, Πανύμνητε, τὴν δόξαν, τὴν λαμπρότητα, τὴν δυναστείαν, τὸ ἄφατον ἔλεος τὸ τῆς εὐσπλαγχνίας σου καὶ τῆς φιλανθρωπίας καὶ ἱκετεύω σε, ἀγαθή, μὴ ἐκπέσω τῆς ἐλπίδος, ἀλλὰ τύχοιμι τῆς δόξης σου.
Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε θεῖον σκήνωμα Θεοῦ τοῦ πάντων Δεσπότου, χαῖρε τὸ ἐνίσχυμα καὶ Μαρτύρων στέφανος ἀμαράντινος, τῶν πιστῶν στήριγμα καὶ Ὁσίων δόξα, χαῖρε Μήτηρ ἀπειρόγαμε, χαῖρε τὸ καύχημα τῶν ἐπουρανίων δυνάμεων, τῶν Προφητῶν ὑπόθεσις καὶ τῶν Ἀποστόλων τὸ κήρυγμα, χαῖρε τῆς ἀπάτης τὴν πλάνην ἡ πατήσασα, ἁγνή, ἁμαρτιῶν ἱλαστήριον, χαῖρε Μητροπάρθενε.
Χαῖρε οἰκητήριον φωτός, σεμνὴ Παναγία, χαῖρε στῦλε πύρινε, δι’ οὗ ὡδηγήθημεν πρὸς οὐράνιον οἱ φθορᾶς μέτοχοι, μακαρίαν δόξαν καὶ ἀνώλεθρον κατάπαυσιν, χαῖρε ἡ ἄμπελος βότρυν τῆς ζωῆς ἡ βλαστήσασα γλεῦκος ἐναποστάζοντα καὶ μέθην κακίας ἐξαίροντα καὶ τῆς εὐφροσύνης ποτίζοντα τὸν οἶνον τοὺς πιστούς, Θεοῦ λοχεύτριαν, Δέσποινα, καθομολογοῦντάς σε.
Χαῖρε τὸ λαμπρότατον τοῦ βασιλέως Κυρίου καὶ φαιδρὸν παλάτιον, χαίροις πόλις ἔμψυχε τοῦ Παντάνακτος, χαῖρε μόνη ἄῤῥηκτος καὶ βεβαία σκέπη τῶν ἐν πίστει δεομένων σου, χαῖρε διάσωσμα κόσμου καὶ θερμὸν ἱλαστήριον, χαῖρε ἡ θείως σβέσασα τῆς πολυθεΐας τὴν κάμινον, χαῖρε τῶν Ἀγγέλων ἡ θεία χαρμονὴ καὶ τῶν βροτῶν ἡ κραταιὰ καὶ ἀνώλεθρος, Δέσποινα, βοήθεια.
Δέξαι μου τὴν δέησιν, Θεοκυῆτορ Μαρία, καὶ μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον· ὡς οὐδεὶς ἄλλος γὰρ ἐπὶ γῆς, Πάναγνε, ἐν ἀνθρώποις ἐπλημμέλησα· διὸ τὴν θείαν σου χάριν ἐξαιτῶ ὁ πανάθλιος· προφθάσασά με οἴκτειρον νῦν ὀδυνηρῶς συνεχόμενον καὶ μή με εἰς τέλος ἐάσῃς κινδυνεύειν τὸν εἰς σὲ μόνην ἐλπίσαντα, Δέσποινα, πάντων τὸ διάσωσμα.
