Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ, ΤΟΥ ΚΑΙ ΕΥΓΕΝΙΚΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Γόνυ σοι κάμπτω, Δέσποινα, ὁ ταλαίπωρος καὶ τὴν σὴν νῦν αἰτοῦμαι θείαν ἀντίληψιν· λῦσον τὴν ὀδύνην τῆς ψυχῆς, σκέδασόν μου τὰ νέφη τῆς ἀθυμίας ταῖς πρεσβείαις σου.
Ῥύπων τῶν ἐκ παθῶν μου τὸ διαυγὲς τῆς ψυχῆς, Θεοτόκε Παρθένε, τηροῦσα ἀνεπίμικτον καθαρῶς με ποίησον φωτὶ θείῳ, ἄχραντε, ἀτενίζειν τὸν σὲ δοξάζοντα.
Σὺ τὰς ἐπαναστάσεις τὰς καθ’ ἡμῶν τῶν ἐχθρῶν κραταιᾷ σου δυνάμει τροπωσαμένη, Δέσποινα, βαθεῖαν τῇ ποίμνῃ σου τὴν εἰρήνην δώρησαι ὡς τῆς θείας εἰρήνης πρόξενος.
Ὁ πλάσας κατὰ μόνας Θεὸς καρδίας βροτῶν τὰς ὀδύνας γινώσκων καὶ πάθη τῶν ψυχῶν ἡμῶν κατάλληλον δέδωκεν ἰατρεῖον, ἄχραντε, σὲ ἐν νόσοις ἡμῖν καὶ θλίψεσιν.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὁ πόκος τοῦ ὑετοῦ τοῦ θείου, πανάχραντε, τὴν ἐξηραμένην ψυχήν μου πάθεσι καὶ τῇ ἐκπυρώσει τῶν κακῶν ἄρδευσον, Θεοτόκε, τῇ ἐπισκέψει σου ὡς βλύσασα τῆς ζωῆς τὸ ὕδωρ, Χριστὸν τὸν Κύριον.
Ὡράθη μετὰ σαρκὸς ὁ πρὶν ἀθεώρητος διὰ σοῦ, Παρθένε, Λόγος καὶ Κύριος, ἵνα πρὸς ἀόρατον ἡμᾶς καὶ θείαν μεταστήσῃ δόξαν καὶ λῆξιν τὴν αἰώνιον, τοὺς ὡς Θεοτόκον ὑμνοῦντάς σε.
Ἰλύος φθοροποιῶν παθῶν ἡμᾶς λύτρωσαι ταῖς πρὸς τὸν Υἱόν σου, ἁγνή, δεήσεσι, δίδου βηματίζειν καθαρῶς τῆς μετανοίας τρίβους τὰς εἰσαγούσας, Θεονύμφευτε, πρὸς τὴν αἰωνίαν κατάπαυσιν.
Σαρκοῦται ἐκ τῶν σεπτῶν, Παρθένε, αἱμάτων σου ὁ δι’ εὐσπλαγχνίαν βροτὸς γενόμενος· τοῦτον ἐκδυσώπει ὡς Υἱὸν τῆς ἄνω βασιλείας καταξιῶσαί με, πανάμωμε, τὸν εἰλικρινῶς σε δοξάζοντα.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ὡς κόρην ὀφθαλμοῦ με τῇ σκέπῃ σου φύλαξον, δέομαι, ἁγνή, καὶ τῇ σκιᾷ τῶν πτερύγων σου περίθαλψόν με καὶ ῥῦσαι δαιμόνων πονηρίας καὶ σῶσόν με.
Πόμα με κατανύξεως πότισον, Θεογεννῆτορ Μαριάμ, καὶ δάκρυά με ἀξίωσον ἀπὸ καρδίας προσφέρειν σβεστήρια φλογὸς τῆς μενούσης με.
Ὁ φόβος τυραννεῖ με τῆς κρίσεως καὶ ἡ ἀπόφασις Θεοῦ· πρόφθασον, σύ μοι παράστηθι ἐν τῇ ἡμέρᾳ τῆς δίκης καὶ λύτρωσαι, Μαρία Θεόνυμφε.
Ὡς πάντων ποιημάτων κυήσασα Δημιουργόν, Μῆτερ Θεοῦ, ἰσχύεις πάντα καὶ δύνασαι· διὸ κολάσεως ῥῦσαι καὶ πάσης ἐπηρείας τοὺς δούλους σου.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ῥυπωθεῖσαν πάθεσι ψυχήν μου, Πάναγνε, καὶ τὴν καρδίαν τῇ ῥυπτικῇ σου εὐσπλαγχνίᾳ κάθαρον καὶ ναὸν τοῦ θείου Πνεύματος ἀποτέλεσον.
Γέγονεν ὁ τόκος σου, Θεοχαρίτωτε, τοῖς καταδίκοις δικαιοσύνη, τοῖς νοσοῦσιν ἴαμα καὶ τοῖς θλιβομένοις χαρὰ καὶ ἀγαλλίασις.
Τὸν αὐτοκατάκριτον καὶ ἀδιόρθωτον, Χριστέ μου, σῶσον ταῖς τῆς Μητρός σου ἱκεσίαις, ἵνα σου τὴν πολλὴν δοξάζω καὶ ἄμετρον συμπάθειαν.
Νέφη διασκέδασον, ἁγνή, τῶν θλίψεων ἐκ τῆς ψυχῆς μου καὶ τῆς χαρᾶς με ταῖς ἀκτῖσι φαίδρυνον, ἡ τὸ φῶς τεκοῦσα τὸ θεῖον καὶ ἀνέσπερον.
ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Ἐκ χοὸς ὁ πλάσας με κατ’ εἰκόνα, Δέσποτα, τὴν σὴν καὶ υἱοθεσίας σου, φιλάνθρωπε, ἀξιώσας συντήρησόν με ὡς εὔσπλαγχνος.
Τοῖς ἀμέτροις πταίσμασι καταλλήλως βέβλημαι, ἁγνή, τῶν κακούντων θλίψεσι· παράσχου μοι τὸν ἱλασμὸν καὶ λυπηρῶν ἀπολύτρωσιν.
Ταῖς πρεσβείαις πλήρωσον τοὺς σοὺς δούλους δόξης θεϊκῆς καὶ φωτὸς ἀῤῥήτου καταξίωσον σοὺς ὑμνητάς, Θεοχαρίτωτε Δέσποινα.
Καταδίκης ῥῦσαί με αἰωνίου, Δέσποινα ἁγνή, καὶ χαρᾶς τῆς θείας καταξίωσον καὶ τῆς τρυφῆς τοῦ Παραδείσου πρεσβείαις σου.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Χαῖρε κλῖμαξ Κυρίου ἡ θεοστήρικτος, χαῖρε γέφυρα θεία θεοπαράδεκτος, χαῖρε προσφύγιον πιστῶν καὶ ἱλαστήριον, ἡ προσάγουσα ἡμᾶς πρὸς τὸν Υἱόν σου καὶ Θεὸν τοὺς πάντοτε τῇ σῇ σκέπῃ προστρέχοντας, Θεοτόκε, ὡς εἰς λιμένα γαληνότατον.
ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Νεῦσον παρακλήσεσι νῦν τῶν προστρεχόντων σοι καὶ ταύτας προσάγαγε Θεῷ Πανοικτίρμονι καὶ πλήρου τὰς αἰτήσεις, πολυύμνητε Μαρία.
Ὕπνον ἀποτίναξον τὸν τῆς ῥαθυμίας μου καὶ φώτισον, δέομαι, σεμνή, τὰς αἰσθήσεις μου ἐγρήγορσιν διδοῦσα καὶ μετάνοιαν ἀξίαν.
Ἵλεων γενέσθαι μοι σὺ τὸν εὐδιάλλακτον, Παρθένε, δυσώπησον καὶ σῶσαί με ψάλλοντα ψυχῇ συντετριμμένῃ, ὁ Θεὸς εὐλογητὸς εἶ.
Χρόνῳ σου τὸ ἔλεος οὐ συμπεριγράφεται· ἀεὶ γάρ, Πανάχραντε, οἰκτείρεις τοὺς δούλους σου καὶ νέμεις τοῖς αἰτοῦσι τὴν ἀνέκλειπτόν σου χάριν.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Δόξῃ θεϊκῇ ἡ λαμπρυνθεῖσα μόνη ὡς Μήτηρ ὑπάρχουσα τοῦ σὲ δοξάσαντος δόξης τῆς ἄνω τυχεῖν με θείας, Κόρη, αἴτησαι τὸν μόνον ἀεὶ δεδοξασμένον.
Ὅλη ἐκλεκτὴ λελαμπρυσμένη πέλεις, ὅλη μόνη πάναγνος, σεμνὴ καὶ ἄσπιλος· ὅθεν βοῶ σοι, φιλάγαθε Παρθένε, κάθαρόν με ῥύπου παντὸς ταῖς σαῖς πρεσβείαις.
Δίδου ἱλασμόν, Θεογεννῆτορ Κόρη, καὶ βίου διόρθωσιν τοῖς σοὶ προστρέχουσιν, ὅπως ἀπαύστως ὑμνῶμέν σε, Παρθένε, καὶ ὑπερυψῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ φαεινὰς καὶ τηλαυγεῖς ἀκτῖνας τοῦ ἡλίου, Δέσποινα, ἡ προστασία σου· πᾶσιν ἁπλοῦσα ἀκτῖνας τῶν θαυμάτων λύεις τὴν ὁμίχλην παθῶν καὶ νοσημάτων.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον, πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Πονουμένους θλίψεσι καὶ τῷ πλήθει τῶν ἀνιαρῶν ἑδραίωσον ἡμᾶς θείᾳ σου ῥοπῇ, Μαρία Θεόνυμφε, ἐν τῇ στεῤῥᾷ τῆς ὑπομονῆς καὶ τῆς ἐλπίδος σου πέτρᾳ, ἵνα σε δοξάζωμεν.
Ὑπερήρθη, ἄχραντε, τὸ φορτίον τὸ τῶν λυπηρῶν δυνάμεως τῆς ἐμῆς, καὶ πρὸς ἀχανές, τὸ τῆς ἀπογνώσεως καθέλκει με βάραθρον, ἀφ’ οὗ ῥῦσαί με, Δέσποινα, τοῦ ἀπαύστως μεγαλύνειν σε.
Φωτοφόρον ὄχημα ἀνεδείχθης τοῦ Ἐμμανουὴλ φωτίζουσα τοὺς πιστούς, Δέσποινα ἁγνή· διό με καταύγασον ῥᾳθυμίας σκότει τὴν ψυχὴν νῦν καλυπτόμενον καὶ τοῖς πταίσμασιν ὀλλύμενον.
Σὺ προστάτις πέφυκας τῆς ψυχῆς μου, πάνσεμνε ἁγνή· ἐν σοὶ γὰρ τῶν δυσμενῶν θραύω τὴν ἰσχὺν καὶ σοῦ ἀπῃώρησα, τὰς αἰσθήσεις πάσας καὶ τὸν νοῦν· σῶσόν με, σῶσόν με, ἵνα πόθῳ μεγαλύνω σε.
Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις περιστερὰ λογικὴ κατακλυσμοῦ τοῦ νοητοῦ παῦλαν φέρουσα καὶ ῥύπον τῆς ἁμαρτίας πλύνασα μόνη, ἁγνή, τὸ θερμὸν τοῦ κόσμου ἱλαστήριον, ἐλπὶς ἀκαταίσχυντε καὶ βεβαία ἀντίληψις τῶν σὲ τιμώντων καὶ ὑμνούντων ἐκ πίστεως καὶ τὴν θείαν σου ἐκζητούντων βοήθειαν· χαῖρε ἄνω δυνάμεων παμπόθητον ἄκουσμα, χαῖρε δαιμόνων ἡ πτῶσις, χαῖρε βροτῶν ἡ ἀνόρθωσις· Χριστοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίροις ἡ φεραυγὴς χελιδὼν ἡ ἐκ χειμῶνος νοητοῦ ἔαρ φέρουσα καὶ ζάλην τῆς ἁμαρτίας παύσασα μόνη, σεμνή, χαῖρε θεία σκέπη, χαῖρε τράπεζα ἐν σοὶ τὸν οὐράνιον τῆς ζωῆς ἄρτον ἔχουσα, οὗ οἱ τρυφῶντες οὐ δεδοίκασι θάνατον οὐδὲ θνῄσκουσιν, ἀλλὰ ζῶσιν, ὡς ἔφησεν, ἄχραντε παντευλόγητε, ὁ πλάστης τῆς φύσεως, οὗ καὶ ἡμᾶς τοὺς σοὺς δούλους ἐμφορηθῆναι ἀξίωσον τυχεῖν τε, Παρθένε, τῆς ἀλήκτου καὶ ἀφθάρτου μακαριότητος.
Χαίροις, Παρθενομῆτορ ἁγνή, ἡ ἁπλουστάτη καὶ ἀμίαντος δάμαλις, τὸν μόσχον ἡ τετοκυῖα τὸν μυστικὸν τοῦ Θεοῦ, ἀμνὰς καθαρά τε καὶ πανάσπιλος, δορκὰς ἐν τοῖς ὄρεσιν ἀρωμάτων ἡ βόσκουσα καὶ νεμομένη ἐν τοῖς κρίνοις ἀείποτε, θείαις χάρισι καὶ τρυφαῖς ταῖς τοῦ Πνεύματος. Ἔλαφος ἡ ταχύδρομος τοὺς ὄφεις ἡ κτείνουσα τοὺς νοητοὺς καὶ σῶν δούλων πόῤῥωθεν τούτους ἐλαύνουσα, Χριστοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Παῦσον τὴν κατ’ ἐμοῦ τῶν δεινῶν κυμαινομένην, θεοδόξαστε, θάλασσαν, ἁπάντων κραταιοτάτη καταφυγὴ τῶν πιστῶν καὶ πρὸς θεῖον ὅρμον καθοδήγησον, ἁγνή, τὸν ταλαίπωρον καὶ πανάθλιον δοῦλόν σου ἤδη πρὸς χάος ἀπωλείας ἐγγίσαντα καὶ πρὸς πέταυρον ἀπογνώσεως φθάσαντα· Δέσποινα, μὴ παρίδῃς με κακῶς κινδυνεύοντα καὶ ὁλοψύχως ζητοῦντα τὴν σὴν ταχεῖαν βοήθειαν· εἰς σὲ γάρ μου πᾶσαν προσδοκίαν ἀνεθέμην, Θεομακάριστε.
