Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΑΓΙΟΥ IΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.
ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Χαῖρε θρόνε Κυρίου, χαῖρε Παρθένε ἡ λύσασα τὴν ἀχλὺν τῆς ἀπάτης καὶ πρὸς φῶς ἄδυτον πάντας ἑλκύσασα, χαῖρε, ἀπειρόγαμε, χαῖρε θεόγραφε τόμε, τῶν πιστῶν τὸ στήριγμα χαῖρε, πανύμνητε.
Χαῖρε στάμνε τὸ μάννα φέρουσα ἔνδον, τοὺς πάντας καταγλυκαίνουσα πίστει ἀληθῇ Δέσποιναν ὁμολογοῦντάς σε, χαῖρε πάσης κτίσεως τὸν κυβερνήτην τεκοῦσα, χαῖρε φῶς αὐγάσασα τῷ κόσμῳ, πάναγνε.
Πολυέραστον κάλλος, πάνσεμνε, χαῖρε ἡ πάντα τῷ ὑπὲρ φύσιν σου τόκῳ ἐκ βυθοῦ σώσασα τῆς ἀπιστίας, ἁγνή, καὶ πρὸς πίστιν ἔνθεον χειραγωγήσασα μόνη, χαῖρε παντευλόγητε, χαῖρε Θεόνυμφε.
Φωτοδόχε Παρθένε, χαῖρε ἡ μόνη τεκοῦσα τὴν σωτηρίαν τοῦ κόσμου, ἡ ἐλπὶς ἅπασα τῶν δυστυχούντων, ἁγνή, χαῖρε ζωοπάροχε, χαῖρε σεμνὴ Παναγία, χαῖρε τὸ ἀείζωον ῥεῖθρον πηγάσασα.
ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ἡ θεία κλῖμαξ, ἣν εἶδεν ὁ Ἰακώβ, θνητοὺς ἡ ἀνάγουσα πρὸς οὐράνιον εἴσοδον, χαῖρε πανακήρατε καὶ δυστυχούντων ἐλπίς, χαρὰ καὶ σκέπη.
Ἡ φλογοφόρος λαβὶς ἡ τὸν νοητὸν ἄνθρακα κατέχουσα χαῖρε, Μῆτερ ἀνύμφευτε, πυρὶ τὸν καθαίροντα τὴν ἁμαρτίαν, ἁγνή, παντὸς τοῦ κόσμου.
Ἡ ῥάβδος χαῖρε τὸ ἄνθος τὸ ζωηρόν, Παρθένε, καὶ ἄφθορον παραδόξως βλαστήσασα· χαῖρε παναμώμητε, χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου.
Στάμνον τοῦ μάννα τοῦ νοητοῦ σε, ἁγνή, γινώσκοντες κράζομεν ἀσιγήτως τὸ χαῖρέ σοι, Παναγία Δέσποινα, χαῖρε πιστῶν ἀσφαλὴς φρουρὰ καὶ σκέπη.
ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Χαῖρε νοητὴ χελιδὼν ἡ ὄντως ἡδύλαλος, παύσασα χειμῶνα νοητὸν καὶ πρὸς τὸ ἔαρ μεταῤῥυθμίσασα πάντας τοὺς ἐν πίστει σε, καθαρωτάτη Κόρη, μεγαλύνοντας.
Χαῖρε μυστικὴ ζωοτρόφε τράπεζα, Δέσποινα, ἄρτον τὸν οὐράνιον Χριστὸν ἐν μέσῳ ταύτης φέρουσα, ἄμωμε· ἐξ οὗ οἱ μετέχοντες ζωῆς ἀῤῥήτου καὶ χαρᾶς πληρούμεθα.
Χαῖρε θησαυρὲ Παρθενίας ὄντως καὶ καύχημα, χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς ἐν τῇ γαστρί σου μόνη χωρήσασα, χαίροις ὑπερθαύμαστε, χαῖρε πεσόντων ἀσφαλὴς ἀνόρθωσις.
Χαῖρε πιστῶν, ἀκλινὲς καὶ θεῖον ὀχύρωμα, χαῖρε τῶν ἀπίστων δυσμενῶν καὶ πονηρῶν ἐχθρῶν ἀμυντήριον· χαίροις ὑπερθαύμαστε, εὐλογημένη, χαῖρε πάντων Δέσποινα.
ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Χαῖρε φωτὸς ἀνεσπέρου χωρίον, χαῖρε, ἁγνή, νοσούντων θεραπεία καὶ ἄκος ἄυλον· χαῖρε θεῖον τέμενος τοῦ Δεσπότου, πανσεβάσμιε.
Χαῖρε σκηνὴ πλατυτέρα νεφέλης, τὸ χρυσαυγὲς δοχεῖον τοῦ ὑψίστου, χαῖρε πανύμνητε, χαῖρε μύρον τίμιον καὶ θυμίαμα πανεύοσμον.
Χαῖρε πιστῶν ἀκλινέστατον τεῖχος, ἡ κραταιὰ τοῦ κόσμου προστασία, χαῖρε πανάσπιλε, χαῖρε πάντων στήριγμα τῶν ὑμνούντων σε, Θεόνυμφε.
Τὸ φωτεινὸν τοῦ Δεσπότου δοχεῖον, χαῖρε σεμνή, Ἀδὰμ τοῦ πεπτωκότος μόνη ἀνόρθωσις καὶ τῆς Εὔας λύτρωσις τῶν δακρύων, χαῖρε πάνσεμνε.
ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Χαῖρέ σοι προθύμως τὸ τοῦ Γαβριὴλ πᾶς ὁ λαός σου γεγηθότες κραυγάζομεν, Θεοτόκε Δέσποινα, χαῖρε αὐγὴ πολύφωτε ἡ τὸν ἥλιον τοῖς πιστοῖς ἀνατείλασα.
Χαῖρέ σοι βοῶμεν περιχαρῶς τῇ παναμώμῳ καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· χαῖρε βάτε ἄφλεκτε καὶ χώρα ἀγεώργητε τὸν οὐράνιον βλαστήσασα ἄσταχυν.
Χαῖρε σοι τῇ βασιλίδι πιστοὶ ὁμονοοῦντες ἀσυγχύτως κραυγάζομεν· χαῖρε κλῖμαξ ἔμψυχε, τοὺς βροτοὺς ἀνάγουσα πρὸς οὐράνιον καὶ ἀκήρατον εὔκλειαν.
Ἅπαντες τὸ χαῖρε χαρμονικῶς σοὶ τῇ τεκούσῃ τὴν ἀείζωον δύναμιν ἐκβοῶμεν, ἄχραντε· χαῖρε παστὰς ὁλόφωτε, χαῖρε κράτιστον οἰκουμένης ὀχύρωμα.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χαῖρε εὐρύχωρον Θεοῦ παλάτιον, χαῖρε πολύφωτον Χριστοῦ ἀνάκτορον, χαῖρε χρυσόπλοκε παστὰς καὶ κλίνη πορφυρόστρωτε· θάλαμε πυρίμορφε, οὐρανὲ ὑψηλότατε, ἔμψυχε Παράδεισε, λογικὸν ἐνδιαίτημα, περίδοξε θρόνε τοῦ Δεσπότου, χαῖρε Μαρία Θεοτόκε.
ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Χαῖρε φωτοφόρον οἴκημα, Μαρία πανακήρατε, χαῖρε σκήνωμα τοῦ Κτίστου καθαρώτατον, χαῖρε τεῖχος καὶ σκέπη τῶν πιστῶς μελῳδούντων, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Χαῖρε σωτηρίας πρόξενε βροτῶν καὶ καταφύγιον, ὡραιότης Ἐκκλησιῶν καὶ εὐπρέπεια, χαῖρε νῖκος ἀνάκτων μελῳδούντων καὶ θάρσος, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Χαῖρε τῶν παρθένων καύχημα, μητέρων ἐγκαλλώπισμα, χαῖρε πλοῦτε πενομένων ἀνεξάντλητε, χαῖρε κράτος καὶ δόξα τῶν πιστῶς ἐκβοώντων, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Χαῖρε Θεοτόκε πάνσεμνε, βροτῶν τὸ καταφύγιον, χαῖρε τόπε ἁγιάσματος καὶ σκήνωμα τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὃν ὑμνοῦντες βοῶμεν, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ἵνα σοι πιστοὶ εὐχαρίστως χαῖρε ἐκβοήσωμεν, Παρθένε, ῥῦσαι πάσης ἁμαρτίας ἡμᾶς καὶ ζάλης, πάσης περιστάσεως καὶ ἀνάγκης, πάσης συμφορᾶς καὶ θλίψεως καὶ τῆς τῶν βαρβάρων δεινῆς ἐπικρατείας.
Ὡς τῶν οὐρανῶν πλατυτέραν καὶ τῶν Χερουβὶμ ἐνδοξοτέραν, Θεοτόκε, γνόντες σε πάντες σοι προσφωνοῦμεν, χαῖρε Μητροπάρθενε, χαῖρε πάντων βροτῶν ἡ ἀνάκλησις καὶ πανωλεθρία καὶ κατάπτωσις δαιμόνων.
Ἀπείρων με θλίψεων ῥῦσαι, τῶν ἐπερχομένων συνεχῶς μοι τῷ ἀθλίῳ συμφορῶν τε καὶ πάσης βλάβης, πάσης κατακρίσεως, πάσης νόσου, πάσης ἀπειλῆς καὶ μάστιγος, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.
Ναὸν τὸν τοῦ σώματος, οἴμοι, ἔχρανα ὁ ἄθλιος ἀφρόνως τῷ βορβόρῳ ἐπιμένων τῆς ἁμαρτίας· κάθαρόν με, δέομαι, ῥυπτικῷ σου ῥείθρῳ, πανάμωμε Δέσποινα, καὶ χαρὰν πρὸς θείαν εἰσάγαγε καὶ δόξαν.
Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.
Ναὸν φρονοῦντές σε χωρητικὸν καὶ γινώσκοντες τοῦ τῶν ἁπάντων Κτίστου καὶ Θεοῦ, Παναγία Δέσποινα, τὸ χαῖρέ σοι πόθῳ ἀναβοῶμεν πάντες οἱ δοῦλοί σου, σοφίας Θεοῦ χαῖρε δοχεῖον, χαῖρε πιστῶν πρὸς Θεὸν σωτηρία ἀκαταίσχυντε.
Ἡ θεία σκέπη χαῖρε τῶν βροτῶν ταγμάτων τε τῶν οὐρανίων χαῖρε χαρά, Ἀποστόλων καύχημα, μαρτύρων ἡ δόξα, τῶν ἀθλοφόρων χαῖρε θάρσος ἄῤῥηκτον, ἁπάντων ὁσίων καὶ δικαίων χαῖρε φαιδρόν τε καὶ περιβόητον ἐγκαλλώπισμα.
Σύ μου τὴν φλόγα σβέσον τῶν δεινῶν, σὺ κατεύνασον τὸν σάλον, ἁγνή, καὶ τὴν λύπην πράυνον, τὰ δάκρυα παῦσον, τὰς συμφορὰς ἀπέλασον μακρὰν ἀπ’ ἐμοῦ, χαρὰν δέ μοι δίδου τῷ σῷ δούλῳ, ὅπως ἀπαύστως ὡς εὐεργέτην μεγαλύνω σε.
Θεοκυῆτορ, πάντων τῶν εἰς σὲ προστρεχόντων σκέπη καὶ ἀντίληψις κραταιά, τὰς αἰτήσεις πρόσδεξαι νυνὶ τῶν σῶν δούλων καὶ μιαιφόνων λύτρωσαι χειρῶν, ἀγαθή, ὡς ἄμαχον ἔχουσα τὸ κράτος, ὅπως ἀπαύστως ἐν ὑμνῳδίαις σε μεγαλύνωμεν.
Προσόμοια.
Ἦχος γ΄. Ὁ τῷ πάθει σου Χριστέ.
Χαῖρε ὄχημα λαμπρὸν τοῦ Δεσπότου τῆς κτίσεως, χαῖρε θερμὸν βροτῶν ἱλαστήριον, χαῖρε ἀπειρόγαμε, χαῖρε ἡ Θεὸν τοῖς ἀνθρώποις ἑνώσασα, ἄχραντε.
Χαῖρε ξένου καὶ φρικτοῦ μυστηρίου φανέρωσις, χαῖρε δι’ ἧς ἠνοίχθη Παράδεισος, χαῖρε θεία τράπεζα, χαῖρε τὸ φθαρτὸν παραδόξως, ἁγνή, ἀφθαρτίσασα.
Χαῖρε κόσμου θησαυρὲ καὶ πενήτων προμήθεια, χαῖρε τῶν δυστυχούντων τὸ στήριγμα, χαῖρε ἀνόρθωσις πεπτωκότων, χαῖρε ἀσθενούντων ἀκέστωρ καὶ ἴαμα.
Τῶν πολλῶν ἁμαρτιῶν ἐννοῶν μου τὸ πέλαγος ἐπὶ τὴν σήν, ἄχραντε, βοήθειαν προστρέχω ὁ δύστηνος· σῶσόν με, ἁγνή, καὶ τῶν χαλεπῶν ῥῦσαι κολάσεων.
