Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΘΕΚΛΗΣ ΜΟΝΑΧHΣ,
ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.
Ἐγκωμίων σοι ἀειθαλὲς διάδημα νῦν ἐξυφαίνει, Πάναγνε, ἡ Ἐκκλησία Πνεύματι καὶ προσάγει εὐλαβῶς σὺν τῷ Ἀρχαγγέλῳ σοι νυμφαγωγῷ Γαβριὴλ τὸ χαῖρε ᾄδουσα καὶ σὲ σεπτῶς γεραίρουσα.
Γεωργήσασα τὴν ζωηφόρον ἄμπελον, Μῆτερ Θεοῦ Πανύμνητε, Χριστὸν τὸν Κύριον, γῆ ἁγία τοῦ Πατρὸς ὤφθης ὑπὲρ ἔννοιαν, Θεοχαρίτωτε, καὶ πόμα θείας ζωῆς κόσμον, ἁγνή, ἐπότισας.
Κυματούμενον δεινῶς τοῖς παραπτώμασι πάντα τὸν κόσμον, ἄχραντε, καὶ κινδυνεύοντα, σὺ κυήσασα Χριστόν, τὸν κυβερνήτην καὶ σωτῆρα Κύριον, λιμὴν ὡς εὔδιος ζάλης πικρᾶς διέσωσας.
Καταφύγιον καὶ σωτηρίου πόλιν σε πάντες πιστοὶ γινώσκοντες, Μαρία Μῆτερ Χριστοῦ, σοῦ δεόμεθα θερμῶς δέξαι τὰς δεήσεις τῶν σῶν πιστῶν ἱκετῶν καὶ λῦσον ἅπαντας πταισμάτων κατακρίσεως.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ἀρχὴ ἀποστροφῆς Θεοῦ ἐγένετο τῆς Εὔας ἡ πλάνη ἀπὸ ἀνθρώπων· ἡ ἁγία Θεοτόκος δὲ πάλιν τὸν Θεὸν πρὸς ἡμᾶς ἐπεσπάσατο.
Ζωῆς σε θησαυρὸν γεννᾷ, Πανύμνητε, τῷ κόσμῳ καὶ χαίρει τῇ εὐπαιδείᾳ ὁ πατήρ σου ἐν σοί, Πάναγνε, ἐξ αὐτοῦ προελθούσῃ χαρᾷ ἅπασιν.
Ἐξ Ἄννης ἡ χαρὰ τοῦ γένους ἤνθησας, καὶ τίκτεις, Παρθένε, τὸν Βασιλέα· καὶ συγχαίρουσι τῷ τόκῳ σου αἱ γυναῖκες ἀρᾶς τῆς πρὶν λυόμεναι.
Ἡ βάτος ἐν Σινᾷ προδιετύπου σου, Παρθένε, παράδοξον τὸ τοῦ τόκου· σὺ γὰρ πῦρ τὸ τῆς θεότητος δεξαμένη τὴν μήτραν σου οὐκ ἔφλεξας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰακώβ σε ὡς κλίμακα, θεοπρεπῶς προέβλεπε, Παρθένε, ἧς ἐπὶ τὸ ἄκρον Θεὸς ἐπεστήρικτο.
Τῶν Ἀγγέλων ἡ κάθοδος, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου παρουσίαν διὰ σοῦ, Πανύμνητε, προϋπέφαινεν.
Ἡ γαστήρ σου ἡ ἄχραντος καὶ οἱ μαστοὶ μακάριοι, Παρθένε· δι’ αὐτῶν γὰρ ζωὴν πάντες εὑράμεθα.
Μυστικῶς ἀνυμνοῦμέν σε, Μῆτερ Θεοῦ, φωναῖς ὀρθοδοξίας, ἣν τῇ Ἐκκλησίᾳ συντήρει πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον τοὺς ὀφθαλμούς.
Νόμου σε τιμιωτέραν τῆς κιβωτοῦ ἀνυμνοῦμεν· τὸν γὰρ πάντων Κτίστην καὶ Θεὸν ὡς πλάκας ἐβάστασας, Πανύμνητε Θεοτόκε Μαρία.
Θρόνον σε Θεοῦ τοῦ Λόγου κηρύττομεν, Θεοτόκε, ἐν ᾧ ὡς βροτὸς ὁ Θεὸς καθήμενος ὦπταί μοι, δεικνύων σε χερουβὶμ ὑπερτέραν.
Ἔλυσας πικρᾶς δουλείας τὸ γένος ἅπαν, Παρθένε, καὶ ἐλευθερίᾳ Χριστοῦ τὴν φύσιν τοῦ θήλεος ἐτίμησας ἐν τῷ θείῳ σου τόκῳ.
Ἔτεκεν Υἱὸν Παρθένος καὶ εὐτολμοῦσι γυναῖκες κατὰ τοῦ ἐχθροῦ ἐμφανῶς καὶ ταύτῃ ἀκολουθοῦσι νεάνιδες παρθενίαν ἀσκοῦσαι.
ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἡ τοῦ κόσμου χαρά, ἀειπάρθενε, χαῖρέ σοι κραυγάζοντας σὺν τῷ Ἀγγέλῳ πιστῶς τῆς σῆς χαρᾶς ἀξίωσον καὶ τὴν λύπην ἡμῶν διασκέδασον.
Οὐρανὸς οὐρανῶν ὑψηλότερος ὤφθης, Θεονύμφευτε, τῇ θείᾳ δόξῃ σου· ἐν σοὶ γὰρ ὁ Θεὸς ἡμῶν ὁλικῶς ἐποχούμενος ὤφθη μοι.
Τῆς χαρᾶς τῆς ἀλήκτου χωρίον σε, Μῆτερ ἀειπάρθενε, σαφῶς γινώσκοντες τὸ χαῖρέ σοι κραυγάζομεν· σοὶ γὰρ πρέπει τὸ χαίρειν μόνῃ, Πάναγνε.
Νῦν ἡ φύσις τοῦ θήλεος γέγηθε, νῦν ἡ λύπη πέπαυται χαρὰ δὲ ἤνθησεν, ὅτι Μαρία ἔτεκε τὴν χαράν, τὸν Σωτῆρα καὶ Κύριον.
Κάθισμα.
Ἦχος β΄. Εὐσπλαγχνίας.
Ῥαθυμίαν ψυχῆς μου τὴν χαλεπὴν καὶ καρδίας μου πώρωσιν, Μῆτερ Θεοῦ, ἐπινεύσασα ἴασαι ταῖς πρεσβείαις σου καὶ σῳζομένων μερίδος καταξίωσον λυτρουμένη παντοίας με κολάσεως, ἡ μόνη ἐλπίς μου καὶ παράκλησις.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὁ πόκος ποτὲ Γεδεὼν τὴν ἐπὶ σοὶ τοῦ Θεοῦ Λόγου προεζωγράφει θείαν κάθοδον· ὥσπερ γὰρ δρόσον τὴν σύλληψιν, ἄφθορε Παρθένε, ἐδέξω· διὸ πάντες σοι κράζομεν, εὐλογημένος ὁ καρπὸς τῆς σῆς κοιλίας, ἁγνή.
Καινὰ καὶ φρικτά, καὶ πιστὰ καὶ ἀληθῆ τὰ σὰ μυστήρια, Μαρία μῆτερ τοῦ Θεοῦ ἡμῶν, ὅτι ἐν σοὶ κατηλλάγημεν πάντες τῷ Θεῷ καὶ Δεσπότῃ καὶ Ἀγγέλοις συμψάλλομεν, εὐλογημένος ὁ καρπὸς τῆς σῆς κοιλίας, ἁγνή.
Ὁ πρὶν Γεδεὼν προμηνύων σου σαφῶς τὸν θεῖον τόκον λεκάνην φέρει πλήρη ὕδατος, τὴν τοῦ ἐρίου (ἐνν. λεκάνης) ἐκπίεσιν· ὅλη γὰρ ἐν σοὶ ἡ Θεότης, κατεσκήνωσεν, ἄχραντε· εὐλογημένος ὁ καρπὸς τῆς σῆς κοιλίας, ἁγνή.
Τεκοῦσα Θεὸν τὸν Σωτῆρα τοῦ παντὸς γέγονας, Κόρη, τῶν πεπτωκότων ἐπανόρθωσις, ἁμαρτωλῶν ἀνακαίνισις, τῶν ἀπηλπισμένων ἐλπίς τε καὶ ψαλλόντων βοήθεια, εὐλογημένος ὁ καρπὸς τῆς σῆς κοιλίας, ἁγνή.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Νέος Παράδεισος ἡμῖν, ἀνεδείχθης, Παναγία Θεοτόκε, οὐ θανάτου τὸ ξύλον ἀλλὰ ζωῆς τὸ φυτὸν ἀσπόρως βλαστήσασα, Κύριον, οὗ τῆς ἀθανάτου ζωῆς τρυφῶμεν πάντες.
Οὐδεὶς ἀπώλετο, ἁγνή, τὰς τῆς πίστεως ἐλπίδας κεκτημένος ἐπὶ σοὶ ὀρθοδόξων, Μαρία μῆτερ Θεοῦ, μόνοι δὲ οἱ φθόνῳ ἀρνούμενοι σοῦ μὴ προσκυνεῖν τῆς μορφῆς τὸν χαρακτῆρα.
Θέλγεται πᾶσα ἡ Χριστοῦ Ἐκκλησία, Θεοτόκε, τῷ σῷ τόκῳ, ὅτι σῴζονται πάντες ἁμαρτωλοὶ καὶ πτωχοὶ οἱ πόθῳ ἐν σοὶ καταφεύγοντες· ἦλθε γὰρ Θεὸς διὰ σοῦ ἀνθρώπους σῶσαι.
Ἐλευθεροῦται διὰ σοῦ ἡ προμήτωρ, Θεοτόκε, καταδίκης καὶ ἰδοὺ νῦν γυναῖκες ὑπεραθλοῦσι Χριστοῦ καὶ χαίρει ἡ φύσις τοῦ θήλεος, ὡς βεβαιοῖ ἔργῳ ἡ πρωτομάρτυς Θέκλα.
Αἰνοῦμεν. Ὁ Εἰρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.
Κλῖνόν μοι τὸ οὖς σου, Παρθένε, ἀνυμνούσῃ, ὑπερύμνητε, δι’ ἐγκωμίων λόγων τὸν τόκον σου καὶ ὡς δῶρα χηριακὰ τοὺς ὕμνους τῶν χειλέων μου προσδεξαμένη αἴτησαι ἁμαρτιῶν μοι τὴν συγχώρησιν.
Λάμπει σου τὸ θεῖον κάλλος, ἀστράπτει τῆς ἁγνείας ἡ λαμπρότης καὶ ὑπερστίλβει τούτων σου ἡ γέννησις· Θεὸς γὰρ καὶ ποιητὴς ἡλίου καὶ τῆς κτίσεως, οὗτος ἐκ σοῦ γεγέννηται· διό σε πάντες μεγαλύνομεν.
Ἡμεῖς ὡς ἄνθος ἁγνείας, καὶ ῥάβδον παρθενίας σε καὶ Μητέρα Θεοῦ ἐν ὕμνοις ἐκθειάζουσαι, Θεοτόκε, μετὰ φωνῆς αἰνέσεως δεόμεθα, ἐν παρθενίᾳ στήριξον καὶ ἐν ἁγνείᾳ ἡμᾶς φύλαξον.
Σῶμα καὶ ψυχήν σου, Παρθένε, διατηρούσης ἀμόλυντον, ὁ βασιλεὺς Χριστὸς ἠράσθη τοῦ κάλλους σου καὶ Μητέρα τῆς ἑαυτοῦ σαρκώσεως ἀνέδειξε, Μαρία ὑπερένδοξε, οἰκονομῶν τὴν σωτηρίαν μου.
Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε θρόνε Θεοῦ, Παντάνασσα Μαρία, χριστιανῶν ἡ δόξα, καύχημα τῶν παρθένων, νύμφη ἡλιοστάλακτε.
Χαῖρε ἡ τὴν χαράν, πηγάσασα τῷ κόσμῳ, ὑπεραγία Κόρη, βροτῶν τε καὶ Ἀγγέλων τὸ ἔξοχον ἀγλάισμα.
Χαῖρε σκεῦος, ἁγνή, τοῦ οὐρανίου μύρου, ἄνθος τῆς ἀφθαρσίας, χαῖρε ῥόδον καὶ κρίνον εὐωδιάζον ἅπαντας.
Παντάναξ Ἰησοῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς Μητρός σου Παρθένου Παντανάσσης καὶ πάντων τῶν ἁγίων σου.
